# Upz 2 218.1.25-218.2.20

Documentary Papyri, Upz 2, 218.1.25 to 218.2.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-2/218.1.25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-2/218.1.25

ἐξέσται δὲ τοῖς τὸ πλεῖον ὑποστησομένοις ὑπερβάλλειν ἕως ἡμερῶν ι. ἐξέσται δὲ καὶ τοῖς βουλομένοις ὑπερβάλλειν, ἕως ἂν ἡ α ἀναφορὰ διαγραφῆι, ἐπειδὰν ὁ θαλλὸς δοθῆι, οὐκ ἐλάσσονος δὲ τῶν ἐπιδεκάτων. προσκόμισαι δὲ καὶ τὰ καθήκοντα τέλη διπλᾶ καὶ εἴ τι ἄλλο καθήκει ἔρρωσο. ἔτους … Διονυσίωι τῶν ἀρχισωματοφυλάκων καὶ διαδεχομένωι τὰ κατὰ τὴν θηβαρχίαν παρʼ Αἰλούρου τοῦ Δάμωνος τῶν ἀπὸ Διὸς πόλεως τῆς Μεγάλης. ὑφίσταμαι τοῦ πρὸς τῶι ἐποικίωι μου … βουνοῦ … εἰς πλήρωσιν πηχῶν η ἐκδοθείσης μοι τῆς ἐκ βασιλικοῦ διαγραφῆς τάξεσθαι … τιμὴν. … ἀξιῶ συντάξαι … διαγραφη … Πχορχώνσιος. πρὸς τὸ μετενηνεγμένον ὑπόμνημα ἐπιδοθὲν δέ σοι παρʼ Αἰλούρου τοῦ Δάμωνος τῶν ἀπὸ Διὸς πόλεως τῆς Μεγάλης διʼ οὗ ὑφίστατο βουνοῦ πρὸς τῶι ὑπάρχοντι αὑτῶι ἐποικίωι πηχῶν β πηχῶν ϛ εἰς πλήρωσιν πηχῶν η ἐκδοθείσης αὑτῶι τῆς ἐκ βασιλικοῦ διαγραφῆς τάξεσθαι ἑκάστου πήχεως δραχμὰς σ, τὰς συναγομένας τῶν ὀκτὼ πηχῶν δραχμὰς Αχ, παρεπιγραφὲν δʼ ὑμῖν, ἐπισκεψαμένους ἀνενεγκεῖν, παραθέντας καὶ τὴν ἀξίαν, μεταλαβὼν Ἰμούθης ὁ κωμογραμματεὺς πεποίηται τὴν ἀναφορὰν γεγραμμένην τοῖς ἐνχωρίοις γράμμασιν, ἣν μεθερμηνεύσαντες ἑλληνιστὶ μεταφέρομέν σοι, ὡς ὑπόκειται. ἀναφέρομεν. ἔτους … παρʼ Ἰμούθου τοῦ ἐν τῆι ἄνω τοπαρχίαι κωμογραμματέως Διὸς πόλεως τῆς Μεγάλης. μετηνέχθη ἡμῖν τὸ ἐπιδοθὲν ὑπʼ Αἰλούρου τοῦ Δάμωνος ὑπόμνημα Διονυσίωι τῶν ἀρχισωματοφυλάκων καὶ διαδεχομένωι τὰ κατὰ τὴν θηβαρχίαν …εται…

---

Documentary Papyri, UPZ 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;2.
