# Upz 2 220.1.1-220.2.16

Documentary Papyri, Upz 2, 220.1.1 to 220.2.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-2/220.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-2/220.1.1

Διονύσιος Ἡρακλείδει χαίρειν. Ἑρμίου τοῦ Ἀμμωνίου τῶν ἀπὸ Διὸς πόλεως τῆς Μεγάλης δόντος ἡμῖν τὸ ὑποτεταγμένον ὑπόμνημα, διʼ οὗ ὑφίστατο δεκάτου μέρους γῆς ἐν τῆι κάτω τοπαρχίαι κειμένης ἀρουρῶν κ ἀνὰ ζ χοινίκος 𐅵 γ ἀπὸ γῆς ἀδεσπότου σφραγίδων β ἀναγραφομένης εἰς Σεμμῖνιν Πετεπ…ιος ἀρουρῶν η 𐅵 δ η, μιᾶς ἀρουρῶν δ 𐅵 η ἀνὰ δ ϛ, ἄλλης ἀρουρῶν δ δ ἀνὰ ε 𐅵 χοίνικος 𐅷 δ, ἐγδοθείσης αὑτῶι τῆς ἐκ βασιλικοῦ διαγραφῆς, τάξεσθαι χαλκοῦ δραχμὰς Δ, καὶ Πχορχώνσιος τοῦ τοπογραμματέως πρὸς τοῦτο ἀνενεγκόντος διὰ τῆς προσκατακεχωρισμένης ἀναφορᾶς, ἐξ ὧν Πετενεφώτης κωμογραμματεὺς ἀνενήνοχεν, διʼ ἧς ἐδήλωσεν δεκάτου μέρους τῶν ἀρουρῶν κ ἀνὰ ζ χοίνικος 𐅵 γ, ἀρουρῶν δ 𐅵 δ η ἀνὰ δ ϛ, ἀρουρῶν δ δ ἀνὰ ε 𐅵 χοίνικος 𐅷 δ εἶναι τὴν ἀξίαν χαλκοῦ τάλαντον α Α, ἐξεθήκαμεν εἰς πρᾶσιν … ι πρὸς το…στασίας καὶ …νος καὶ τοῖς … …περ… … ἐφʼ ὧι ταξάμενοι κυριεύσουσι καθʼ ἃ οἱ ἐκ βασιλικοῦ πριάμενοι, οὐδένα λόγον συστησάμενοι πρὸς ἡμᾶς περὶ οὐδενὸς ἁπλῶς. τελέσουσι δὲ κατʼ ἔτος … τὰ ὑποκείμενα ἐκφόρια. ἐάνπερ μὴ πλείονα τὰ προγεγραμμένα ἐκφόρια γένηται, ἐπαναπραθήσεται, καὶ ἄν τι ἀφεύρηι, πραχθήσεται, καὶ τοῖς μὲν τὸ πλεῖον ὑποστησομένοις ἐξέσται ὑπερβάλλειν ἕως ἡμερῶν δέκα , ἐξέσται δὲ καὶ τοῖς βουλομένοις ὑπερβάλλειν, ἕως ἂν ἡ α ἀναφορὰ διαγραφῇ, ἐπειδὰν ὁ θαλλὸς δοθῆι, οὐκ ἐλάσσονος δὲ τῶν ἐπιδεκάτων. προσκόμισαι δὲ καὶ τὰ καθήκοντα τέλη διπλᾶ καὶ εἴ τι ἄλλο καθήκει. … ἔρρωσο. ἔτους μ Μεχεὶρ ιθ. Διονυσίωι τῶν ἀρχισωματοφυλάκων καὶ διαδεχομένωι τὰ κατὰ τὴν θηβαρχίαν παρὰ Ἑρμίου τοῦ Ἀμμωνίου τῶν ἀπὸ Διὸς πόλεως τῆς Μεγάλης … τι ἐπι… ἀπὸ βορρᾶ καὶ λιβὸς μ… μίαν μὲν … ὑφίσταμαι ἐκδοθείσης μοι τῆς ἐκ βασιλικοῦ διαγραφῆς τάξεσθαι χαλκοῦ δραχμὰς Δ. ἀξιῶ συντάξαι … Πχορχώνσιος. … ὑφίστατο ἐκδοθείσης αὑτῶι τῆς ἐκ βασιλικοῦ διαγραφῆς τάξεσθαι χαλκοῦ δραχμὰς Δ. με… ης… παρὰ Πετενεφώτου κωμογραμματέως τοῦ Περὶ Θήβας. μετηνέχθη ἡμῖν τὸ ἐπιδοθὲν ὑπόμνημα ὑφʼ Ἑρμίου τοῦ Ἀμμωνίου Διονυσίωι τῶι διαδεχομένωι τὰ κατὰ τὴν θηβαρχίαν ὑπὲρ δεκάτου μέρους γῆς ἀρουρῶν κ ἀνὰ ζ χοίνικος 𐅵 γ ἀπὸ γῆς ἀδεσπότου τῆς ἀναγραφομένης εἰς Φῖβιν Ψεμμίνιος ἀπὸ βορρᾶ καὶ λιβὸς καὶ ἄλλης σφραγίδων β ἀρουρῶν η 𐅵 δ η, μίαν μὲν δ δ ἀνὰ ε 𐅵 χοίνικος 𐅷 δ ἄλλην δὲ ἀρουρῶν δ 𐅵 η ἀνὰ δ ϛ, ὁμοίως ἀδεσπότων τῶν ἀναγραφομένων εἰς Σεμμῖνιν Πετεπ…ιος

---

Documentary Papyri, UPZ 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;2.
