# Upz 2 221.1.1-22

Documentary Papyri, Upz 2, 221.1.1 to 221.1.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-2/221.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-2/221.1.1

Διονύσιος Ἡρακλείδει χαίρειν. Ἑρμίου τοῦ Ἀμμωνίου τῶν ἀπὸ Διὸς πόλεως τῆς Μεγάλης δόντος ἡμῖν τὸ ὑποτεταγμένον ὑπόμνημα, διʼ οὗ ὑφίστατο δεκάτου μέρους γῆς ἐν τῆι κάτω τοπαρχίαι κειμένης ἀρουρῶν κ ἀνὰ ζ χοίνικος 𐅵 γ ἀπὸ γῆς ἀδεσπότου τῆς … ἀναγραφομένης εἰς Φῖβιν Ψεμμίνιος ἀπὸ βορρᾶ καὶ λιβὸς καὶ ἄλλης ὁμοίως ἀδεσπότου σφραγίδων β ἀναγραφομένης εἰς Σεμμῖνιν Πετεπ…ιος ἀρουρῶν η 𐅵 δ η, μιᾶς μὲν ἀρουρῶν δ 𐅵 η ἀνὰ δ ϛ, ἄλλης δὲ ἀρουρῶν δ δ ἀνὰ ε 𐅵 χοίνικος 𐅷 δ, ἐκδοθείσης αὑτῶι τῆς ἐκ βασιλικοῦ διαγραφῆς τάξεσθαι χαλκοῦ δραχμὰς Δ, καὶ Πχορχώνσιος τοῦ τοπογραμματέως πρὸς τοῦτο ἀνενεγκόντος διὰ τῆς προσκατακεχωρισμένης ἀναφορᾶς ἐξ ὧν Πετενεφώτης κωμογραμματεὺς ἀνενήνοχεν, διʼ ἧς ἐδήλωσεν δεκάτου μέρους ἀρουρῶν κ ἀνὰ ζ χοίνικος 𐅵 γ, ἀρουρῶν δ 𐅵 η ἀνὰ δ ϛ, ἀρουρῶν δ δ ἀνὰ ε 𐅵 χοίνικος 𐅷 δ εἶναι τὴν ἀξίαν χαλκοῦ τάλαντον α Α, ἐξεθήκαμεν εἰς πρᾶσιν σὺν τοῖς ἄλλοις τοῖς ἐπιδοθεῖσιν ἡμῖν ἐκδιοικησίμοις ἐγγαίοις καὶ μετὰ τὰς ἱκανὰς ἡμέρας προκηρυχθεισῶν ἐπὶ τοῦ δρόμου τοῦ μεγίστου θεοῦ Ἄμμωνος … διʼ Ἀσκληπιάδου τοῦ παρʼ ἡμῶν καὶ Ποσειδωνίου τοῦ παρʼ Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως, συνπαρόντων Ἀμμωνίου ἐπιστάτου καὶ …ν καὶ ἄλλων πλειόνων διὰ κήρυκος …. Ἀπάθης Πικῶτος … κατακολουθήσας καὶ δεξάμενος ἐπὶ τῆς ἐν Διὸς πόλει τῆι Μεγάληι τραπέζης συνυπογράφοντος Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως, τοῦ δὲ τοπογραμματέως ἐντάσσοντος διὰ τῆς ἑαυτοῦ ὑπογραφῆς τά τε μέτρα καὶ τὰς γειτνίας καὶ προσδιασαφοῦντος μηθὲν ἐν τούτοις ἠγνοῆσθαι, τὸ τοῦ χαλκοῦ τάλαντον α Β, ἀνένεγκε εἰς τὸ βασιλικόν, ἐφʼ ὧι ταξάμενοι κυριεύσουσι καθὰ οἱ ἐκ βασιλικοῦ πριάμενοι, οὐδένα λόγον συστησάμενοι πρὸς τοὺς ἀποδομένους περὶ οὐδενὸς ἁπλῶς. τελέσουσι δὲ κατʼ ἔτος … τὰ ὑποκείμενα ἐκφόρια. ἐάνπερ μὴ πλείονα τὰ προγεγραμμένα ἐκφόρια γένηται, ἐπαναπραθήσεται, καὶ ἂν τι ἀφεύρηι, πραχθήσεται καὶ τοῖς μὲν τὸ πλεῖον ὑποστησομένοις ἐξέσται ὑπερβάλλειν ἕως ἡμερῶν δέκα , ἐξέσται δὲ καὶ τοῖς βουλομένοις ὑπερβάλλειν, ἕως ἂν ἡ πρώτη ἀναφορὰ διαγραφῆι, ἐπειδὰν ὁ θαλλὸς δοθῆι, οὐκ ἐλάσσονος δὲ τῶν ἐπιδεκάτων. προσκόμισαι δὲ καὶ τὰ καθήκοντα τέλη διπλᾶ καὶ εἴ τι ἄλλο καθήκει.

---

Documentary Papyri, UPZ 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;2.
