# Zpe 197 196

Documentary Papyri, Zpe 197, ZPE 21 (1976), p. 197. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/zpe-197/196
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/zpe-197/196

Ἀσκληπιάδῃ στρατηγῷ Πολέμωνος μερίδος παρὰ Μαρεψήμιος τοῦ Μαρεψήμιος καὶ Μαρσισούχου τοῦ Σιγήρεως καὶ Πάχιτος τοῦ Μαρεψήμιος, οἱ τρεῖς ἡγούμενοι, καὶ Πετοσίριος Πακήκιος γραμματέως καὶ Πανήσιος τοῦ Πακήβκιος καὶ Μαρεπκάμιος τοῦ Μαρεπκάμιος καὶ Μαρεψήμιος τοῦ Μαρεψήμιος Πεσούριος καὶ Ὀννώφριος τοῦ Ψύφεως καὶ Μαρσισούχου τοῦ Μαρσισούχου, οἱ ἐννέα ἡγούμενοι καὶ γραμματέως καὶ ἀπὸ τῶν φυλῶν τῶν αὐτῶν ἱερέων τῶν ἀπὸ Τεβτύνεως Κρόνου κραταιοῦ θεοῦ μεγάλου μεγίστου. ἐπειδὴ μεμισθώκαμεν ἔτι πάλαι ἐν τοῖς ἔμπροσθεν χρόνοις μέχρι τοῦ ἐνεστῶτος ἔτους καὶ ἡμέρας τῇ τετελευτηκυίῃ θησαυροφύλακι Θεναπύνχι καὶ τῷ ἐνόντι υἱῷ αὐτῆς Ἀπύνχι τοῦ Ἁρμιύσιος καὶ τῇ γυναικὶ Θαήσι τὸν ἐν τῇ προκιμένῃ κώμῃ Τεβτύνι τοῦ Κρόνου κραταιοῦ θεοῦ μεγάλου μεγίστου θησαυρὸν ἐνεργὸν ἐν ὧι πύργος καὶ προσπαρακείμενος ἕτερος πύργος καὶ πυλών, ἡμῶν δὲ καὶ τῶν ἑτέρων ἡμῶν ἱερέων παραλαμβανόντων παρὰ τῶν προγεγραμμένων Ἀπύνχεως καὶ τῆς γυναικὸς Θαήσιος τόν τε θησαυρὸν ἐν ὧι τινα ὧν παρείληφεν σκευῶν τε καὶ θυρῶν εὕραμεν δὲ ἐν τῷ ἐνεστῶτι μηνὶ Φαρμοῦθι τοῦ ἐνεστῶτος κγ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ τὰς ἐφεστώσας θύρας ἠρμένας ὑπʼ αὐτῶν καὶ ἀκονίατον οὐχ ὡς παρείληφεν ὥστε τῷ ὅλῳ κολάζεσθαι ἡμᾶς τοῦ μὴ δυνασθῆναι εἰσαγαγεῖν εἰς τὸν αὐτὸν θησαυρὸν ἃ μετροῦμεν εἰς τὸ δημόσιον πυρικά τε καὶ κρίθινα δημόσια, διὸ ἀξιοῦμεν γράψαι τῷ τῆς Τεβτύνεως ἐπιστάτηι ἐπελθὼν ἐπὶ τὸν δηλούμενον θησαυρὸν καὶ ἐπίδῃ ὡς πρόκειται καὶ ἐκπέμψῃ ἐπὶ σὲ τοὺς ἐγκαλουμένους πρὸς τὴν ἐσομένην ἐπέξοδον. Ὀννόφρις Ψοίφεως καὶ Μαρεψῆμις Μαρεψήμιος καὶ Μαρσισοῦχος Σιγήρεως καὶ Πάχις τοῦ Μαρεψήμιος καὶ Πετοσῖρις Πακήκιος καὶ Πανῖσις Πακήβκιος καὶ Μαρεπακᾶμις καὶ Μαρεψῆμις Πεσούριος καὶ οἱ λοιποὶ ἱερεῖς ἐπιδεδώκαμεν τὸν προκείμενον ὑπόμνημα. Ὀννόφρις γέγραφα μὴ εἰδότων γράμματα. …

---

Documentary Papyri, ZPE 197. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/zpe;197.
