# Zpe 200 339

Documentary Papyri, Zpe 200, ZPE 200 (2016), p. 336-346. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/zpe-200/339
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/zpe-200/339

ἐμίσθωσεν Σαραμ… μητρὸς …ρι…ς ἀπʼ Ὀξυρύγχων πόλεως καὶ … Βησᾶτος μητρὸς Τεσνεῦτος ἀπὸ … τι Τοτοέως μητρὸς Ταν… καὶ … μητρὸς Θαήσιος τοῖς δυσὶ ἀπὸ … … πρὸς τὸ ἐνεστὸς δ ἔτος Α… ἐν μισθώσει παρὰ … …νους τοῦ καὶ …ησ…δ… … ἀρουρ… εἴκοσι δύο ἢ ὅσων εἰσὶν μὴ οὔσης γεωμετρίας, τούτων τὸ ἥμισυ αἵ εἰσι ἄρουραι δέκα μία, ὥστε τοὺς μεμισθωμένους σπεῖραι πυρῷ σὺν τοῖς μεμισθωκόσι τὰς ὅλας ἀρούρας εἴκοσι δύο συνγεωργούντων ἀλλήλοις κατὰ τὸ ἥμισυ, ἐκφορίου ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας δέκα μίαν, ἀχύρου τὸ ἥμισυ, σπονδῆς τῆς μισθώσεως τοῦ ἡμίσους μέρους ἀργυρίου δραχμῶν εἴκοσι. ὁμολογοῦσι δὲ οἱ μεμισθωμένοι ἐσχηκέναι παρὰ τῶν μεμισθωκότων εἰς σπέρματα τῆς γῆς μέτρῳ τετραχοινίκῳ ἀμμ…ων …π…μ… πυροῦ ἀρτάβας δέκα δύο, ὧν τάξονται διάφορον ἐκ τρίτου πυροῦ ἀρτάβας … τοῖς μεμισθωμένοις … …ι…ξ… ξυλικῇ καταρτείᾳ ὡς καὶ α… μετενεγκοῦσι ἀπὸ τῆς κώμης καὶ α… βαλοῦσι ἐπὶ τὸν τροχὸν καὶ φυλάξουσι καὶ μετὰ τοὺς ποτισμοὺς μετενεγκοῦσι εἰς τὴν κώμην πάντα ποιοῦντες σὺν τοῖς μεμισθωκόσι ἕκαστον μέρος τῶν ποτισμῶν, ἐξόντος τοῖς μεμισθωκόσι ποτίζειν οἷς βούλονται ποτισμοῖς ἃς ἔχουσι ἐν μισθώσει νότου τῶν μισθουμένων ἀρουρῶν ἀπὸ ὑδάτων τοῦ προκειμένου τροχοῦ καὶ τῆς μηχανῆς μηδὲν διδόντων ὑπὲρ φόρου. ἐπὰν δὲ ἄλλους τόπους ἢ ἄλλα ἐδάφη ποτίσωσι ἀπὸ τῆς αὐτῆς μηχανῆς, ἔσται πρὸς ἀμφοτέρους κατὰ τὸ ἥμισυ, ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν γεοῦχον. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότωσαν οἱ μεμισθωμένοι σὺν τοῖς μεμισθωκόσι τῷ γεούχῳ τὰ ἐκφόρια ἐφʼ ἅλῳ Ὤφεως, πυρὸν νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον, τὰ μὲν ἐκφόρια μέτρῳ τετάρτῳ παραλημπτικῷ, τὰ δὲ σπέρματα σὺν διαφόρῳ μέτρῳ τετραχοινίκῳ ᾧ καὶ παρειλήφασι, τῶν παρὰ τῶν γεούχων ἑαυτοῖς μετρούντων. ὃ δʼ ἂν προςοφειλήσωσι, οἱ μεμισθωμένοι ἀποτεισάτωσαν μεθʼ ἡμιολίας. καὶ ἡ πρᾶξις ἔστω ἔκ τε τῶν μεμισθωμένων ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνός, οὗ ἐὰν αὐτῶν αἱρῶνται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. κυρία ἡ μίσθωσις. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου … … προκειμενοι … … πρὸς τὸ ἐνεστὸς δ ἔτος … … συν…

---

Documentary Papyri, ZPE 200. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/zpe;200.
