# Zpe 200 411_1

Documentary Papyri, Zpe 200, ZPE 200 (2016), p. 411-413 no. 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/zpe-200/411_1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/zpe-200/411_1

Πανειλοῦτι γραμματεῖ Πανεφρόμμιος χαίρειν. ἔχω παρὰ σοῦ εἰς λόγον χειρωναξίου γερδίων Σοκνοπαίου Νήσου ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ τοῦ κυρίου μηνὸς Φαωφι κβ ἐπὶ λόγου ἀργυρίου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ· Ἁθυρ ιε μετὰ λόγον ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Χοιαχ ιε ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Τυβι ιγ ἀργυρίου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ· Μεχιρ ιζ ἀργυρίου δραχμὰς δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Φαμενωθ … ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Φαρμουθι κη ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Παχων κγ ἀργυρίου ὀκτώ, γίνονται δραχμαὶ η, γίνονται δραχμαὶ η· Παυνι κγ ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Ἐπειφ κε ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Μεσορη κζ ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η.

---

Documentary Papyri, ZPE 200. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/zpe;200.
