# Zpe 203 217

Documentary Papyri, Zpe 203, ZPE 203 (2017), p. 213-222. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/zpe-203/217
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/zpe-203/217

… ὑπ…αι ἀπολῦσαι αὐτοὺς καὶ τοὺς ἐγγύους τοῦ ἀφευρέματος, ὅθεν κατʼ ἐκεῖνον τὸν χρόνον ἀπελύθησαν ἐκ τῆς φυλακῆς καὶ οἱ ἔγγυοι. μετὰ δὲ ταῦτα ἐνέτυχεν κατʼ ἐμοῦ Ἀλέξανδρος ὁ ἐπὶ τῶν τελωνῶν Ἀργείωι τῶι ἐπιμελητῆι ἄνευ ὑπομνήματος ἐν τῶι κε ἔτει Μεσορὴ ἐπὶ παραλογισμῶι ὡς μή με ἐνθέσμω… κεῖσθαι τὸ διεγγύημα. ἄνευ λόγου ἀπήγαγέν με ὁ Ἀργεῖος εἰς τὴν ἐν Κροκοδίλων πόλει μεγάλην φυλακὴν … καὶ ἕως τοῦ νῦν ἀπῆγμαι, ἤδη ἔτη εἰσὶν τρία, οὐκ ἔχων τἀναγκαῖα. ἀλλʼ οὖν πρότερον μὲν ἀπελύθημεν ὑπὸ Ἀπολλωνίου τοῦ διοικητοῦ καὶ μετὰ ταῦτα ὑπὸ τῆς βασιλίσσης Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τῶν τε ἐνκλημάτων καὶ ἀγνοημάτων καὶ ἁμαρτημάτων τῶν ἕως … τοῦ κε ἔτους καὶ προσέταξαν μηθενὶ ἐξεῖναι ἐπιπορευθῆναι ὑπὲρ τῶν προγεγραμμένων παρευρέσει μηδεμιᾶι. ἵνα οὖν μὴ καταφθείρωμαι ἐν τῆι φυλακῆι ἀλογούμενος παρὰ πάντα τὰ καλῶς ἔχοντα, δέομαί σου μετὰ πάσης δεήσεως ἐπιτάξαι γράψαι τοῖς τὰ προσοδικὰ κρίνουσιν χρηματισταῖς χρηματίσανές μου τὸ ὑπόμνημα ἐν τοῖς πρότερον ἀξιώμασιν προσκαλέσασθαι τὸν Ἀλέξανδρον, τὴν περὶ ἐμὲ ἐπίσκεψιν ποιήσασθαι καὶ …δ…ιοεν… κατεσχηκότες … ἀπολελυμένοι εἰσὶν ὑπὸ τοῦ διοικητοῦ πρότερον, ἔπειτα δὲ καὶ ὑπὸ τῆς βασιλίσσης Κλεοπάτρας καὶ τοῦ βασιλέως Πτολεμαίου τοῦ υἱοῦ ἐν τοῖς φιλανθρώποις. τούτου γὰρ γενομένου, οὐ καταφθαρήσομαι ἀλόγως ἀπηγμένος ἐν τῆι φυλακῆι. εὐτύχει. καὶ παραστήσαντός μου τὸν Ἀλέξανδρον τὸν παραβεβηκότα τῶν προστεταγμένων …ωσιν, ὑπογραφῆς γενομένης εξ…σαι με αὐτὸν ἐπὶ τῶν αὐτῶν χρηματιστῶν ἀσεβείας. τούτου γὰρ γενομένου οὐ καταφθαρήσομαι ἀλόγως ἀπηγμένος ἐπὶ πλέον, ἀλλὰ διά σε …

---

Documentary Papyri, ZPE 203. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/zpe;203.
