# Zpe 207 131

Documentary Papyri, Zpe 207, ZPE 207 (2018), p. 131-134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/zpe-207/131
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/zpe-207/131

Τρυφᾶς Ἀθηνοδώρωι τῷ υἱῶι καὶ Ἀρτέμιδι τῇ θυγατρὶ πλεῖστα χαίρειν καὶ διὰ παντὸς ἐρρῶσθαι. γίνωσκε τὸν σῖτον ὃν ἀπέστειλάς μοι μὴ εἰληφέναι με αὐτ…. κατέλαβον γὰρ ὅτι οὐ συνφέρει με λαβεῖν αὐτόν· τὸ λοιπὸν οὖν κέλευε αὐτὸν ἀρθῆναι· οὐδὲ Θόας οὐδʼ οὐθεὶς εὐτονεῖ τὰ σώματʼ ἐκπλέκειν. ἑκάστης δὲ ἡμέρας ἐνοχλοῦμαι ὑπὸ δύ…ατόρων Σ… του τε καὶ Γνώμονος … βαρουμένη καὶ ἐνεχυραζομένη. πολλάκις σοι δὲ γεγραφ… σοὶ μελήσῃ ὑπὲρ τῶν σωμάτων· ἀποθανοῦνται ἐν τῇ φυλακῇ· καλῶς δὲ ποήσεις ἀκούσας μου καὶ τὸν σῖτόν σου συνκλείσας καὶ μηθενὶ μηθὲν δίδων. τῇ γὰρ πεντεκαιδεκάτῃ ἀνέβη τριωβόλου καὶ φοβοῦνται μὴ τιμιώτερος γένηται. ἀσπάζεταί σε Νάρδος καὶ Νίκη καὶ οἱ ἐν οἴκωι πάντες. ἐπιμέλου δὲ σεαυτοῦ ἵνα ὑγιαίνῃς. ἔρρωσο ἔτους κγ Καίσαρος Παχὼν ιε. ἀπόδος Ἀθηνοδώρωι τῶι υἱῶι.

---

Documentary Papyri, ZPE 207. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/zpe;207.
