# Fragmenta alia antiqua 23

Dorotheus of Sidon, Fragmenta alia antiqua, Section 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dorotheus-of-sidon/fragmenta-alia-antiqua/23

Δωροθέου περὶ τριγώνων. Κριὸς χαιτήεις τε Λέων τόξοιό τε Ῥυτὴρ ἤματος Ἠελίοιο, Διὸς δέ τε νυκτὸς ἔασιν ἀλλάγδην· αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν Ταύρου· Παρθενικῆς δὲ καὶ Αἰγόκερω κρατέουσιν ἤματος Ἀφρογενής, νυκτὸς δέ τε δῖα Σελήνη, καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων· ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον. ἐν Διδύμοις Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργειφόντης· τούτων δʼ ὑστατίην Κρονίδης μοιρήσατο τάξιν. Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους Ἰχθύας ἠματίη Κύπρις. Πυρόεις δέ τε νυκτός, καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.

---

Dorotheus of Sidon, Fragmenta alia antiqua, ed. Hermann Koechly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1337.tlg003.local001/.
