# Historia Turcobyzantina 397

Ducas, Historia Turcobyzantina, 397. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/397
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/397

βασιλίδος, καὶ τῆς συγκλήτου φθόνῳ φερίμενοι [φρομένων] κατ´ αὐτοῦ, ἄνευ τινὸς εὐλόγου αἰτίας, καὶ τῆς τυχούσης ἐπιβουλῆς, συνυπακούει τοῖς Ῥωμαίοις, καὶ ἀμφιέννυται τὰ κόκκινα καὶ τὰ σηρικὰ πέδιλα, καὶ βασιλεὺς παρὰ τοῦ στρατοῦ ἀναγορεύεται, οἶμαι τοῦ Θεοῦ εἰς τοῦτο σκληρύναν· τος τὴν καρδίαν αὐτοῦ, τοῦ διχοστατῆσαι τὴν βασιλείαν Ῥωμαίων, καὶ διὰ μέσου τούτων εἰσάξαι τοὺς Τούρκους τοῦ καταφθεῖραι πᾶσαν γῆν Ῥωμαίων τὴν ὑπὸ χεῖρα, καὶ οὐ μόνον Ῥωμαίων, ἀλλὰ καὶ Τριβαλλῶν, καὶ Μυσῶν, καὶ Ἀλβανιτῶν. καὶ παντὸς ἄλλου δυτικοῦ ἔθνους· κρίμασιν ὡς οἰδεν ὁ ἀκοίμητος ὀφθαλμὸς τὰ μὲν ἄλλα γένη τιμωρῶν διὰ τὰς συνεχεῖς ἀντάρσεις κατὰ Ῥωμαίων· τοὺς δὲ Ῥωμαίους διὰ τοὺς φρικωδεστάτους ὅρκους, καὶ ἀφορισμοὺς ἀφορήτους οὓς ἔφερον κατὰ κεφαλῆς αὐτῶν ὀμνύντες, καὶ ἐξομνύντες τοῦ φυλάξαι τὴν βασιλείαν τῶ υἱῷ τοῦ Λάσκαρι, καὶ μηδ´ ὅλως συνομαρτεῖν καὶ συνανταίρειν τῷ ἱαλαιολόγῳ πρὸς ἀποστασίαν. Ἀντιστρόφως δὲ πάλιν ἀντομνύειν ὥστε ἔχειν καὶ στέργειν βασιλέα Ῥωμαίων τὸν Παλαιολόγον, ἀποτυφλώσαντες πρῶτον Ἰωάννην τὸν Λάσκαριν, καὶ ἀναθέματι καθυπαχθέντες αὐτοῦ καθ´ ἑαυτῶν, ὡς οἱ Ἰουδαῖοι ἐν τῶ καιρῷ τοῦ δεσποτικοῦ πάθους, ἐπισπάσαντες τὴν ἀράν· Οἱ καὶ ἄρδην ἀπώλοντο, ὡς παρακατιὼν ὁ λόγος δηλώσει, τὴν ταυτοπάθειαν τῶ Ἰουδαίων κατακριθέντς ζηλωταὶ τῶ παρανομιῶν γενόμενοι. Εὐθξως οὗν παραλαβὼν ἂς εἶχε δυνάμεις Θρᾳκικὰς, καὶ τοὺς ἐκ τῆς πόλεως αὐτομόλους, πρὸς Κράλην Σερβίας παραγίνεται, καὶ τὴν ἅπασαν ἡν ἀδίκως ὑπέστη ζημίαν, καὶ ὄνειδος, καὶ τὴν ἐκ τοῦ γένους τῶ οἰκείων φθορὰν ἅπαυτα καταγγείλας. Ἦν γὰρ εὐδοκιμῶν ὁ Στέφανος τῷ τότε καιρῷ, οὕτω γὰρ ἠν τῷ Κράλῃ ὄνομα. Καὶ γὰρ, ὡς ἔθος, τὸ ὀγκῶδες καὶ βορὺ ταπεινωθὲν, τὸ κοῦφον καὶ λεπτὸν εἰς ὕψος αἴρεται. Αἱ γὰρ δυστυχίαι τῶ Ῥωμαίων, καὶ αἱ καθημεριναὶ ἀλλεπάλληλοι ταραχαὶ. καὶ οἱ ἐμφύλιοι πόλεμοι, τοὺς βαμβάρους καὶ ἀγελαίους ὑπερέχοντας αὐτῶν πεποιήκασιν. Ὅθεν ὁ των Σέρβων ἀρχηγὸς ἐτόλμησεν ἀναδύσασθαι κράτος, καὶ Κράλης ὀνομάζεσθαι. Τοῦτο γὰρ τὸ βάρβαρον ὄνομα ἐξελληνιζόμενον βασιλεὺς ἑρμηνεύεται. Ἐνωτισθεὶς οὖν τῶ ῥημάτων Καντακουζηνοῦ

---

Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003685.
