# Historia Turcobyzantina 409

Ducas, Historia Turcobyzantina, 409. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/409
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/409

ΟΛΡΟΤΧΙ γοανιηίς ἰλιμένσίονιε ἄιι ἡίμχν Λλᾶιοηῖσμς. εἰ βκκίκσρε θοιαίίς Πε εδμηᾶρΗαε ἠι Βογρηίεε ρογλα. γαλνι, ἀμὸ ὀοκρολίαἱμνιί σοησΗλαπρίημίίκεμαίίοεΜοναίεείΗι εκκι οκις ρηΙαί, εἰῳιίμεαίσκε θολλδλὲ, Ι μΙΓῥλ σός ΜΙλ ἰλλίθρνό Μιί- ἱ, Πί νοῖιΗ ῥίἱα ῥΧδΦΡεί, σΙί ἠωίλλλλ´ ε ΜΙΟΓῥΙ ΠέΝρηε ΕΙἱΟ ΑΙΜκ ἰα ἐγ ε ἰρνθίΙεΙυὲ λλίΙ, εἰ ϟα ΡαΥυόινλὶ σὸλλίνήί. λλᾶνοΙσμ ΣοκοελΔ μωΙθεΙαίε ἰλλροιίμηη ἐιυλαί. μΗπελ ναμας οαρμίμαινήμαίς εωτοπα μεικ σρΠεω, εἰοωις ἰ οίμ ἰαῤιαίοιμην νεοίίΙμ. Μαμεί εἰ εμαιεικο· ἄεσίμωαίμι. ΝκρίΚα θαίαίαίί ἰΜωΓία Ροίαοίία. Ὁ δὲ βασιλεὺς Ἰωάννης ὑπερβὰς τὰ. εἴκοσι καὶ πέντε ἔτη, καὶ τὴν ἀνδρῴαν ἡλικίαν ἐνδὺς, ἐποίησεν υἱοὺς μετὰ τὸν Ἀνδρόνικον δύο, Μανουὴλ καὶ Θεόδωρον. Ὁ δὲ Ἀνδρόνικος ὑπερεῖχε πάντας τοὺς συνηλικιώτας ἔν τε ῥώμῃ σώματος, καὶ ἐν ἡλικίᾳ καὶ κάλλει διαφέρων πολλούς. Ὁ δὲ Μωρὰτ καὶ αὐτὸς ἔχων υἱοὺς τόν τε Σαβούτζιον τὸν προῤῥηθέντα, καὶ Κουντούην. καὶ Παγιαζ ήτ. Ὁ δὲ Κουντούζης ἰσήλικος ὢν σὺν τῷ Ἀνδρονίκῳ, καὶ κατὰ καιρὸν συνὼν αὐτῷ καὶ συνευφραινόμενος, ἐῤῥέθη λόγος, ὡς ὁμόσαντες ἄμφω ἀνταρσίαν εἰσπράξονται· καὶ ὄ μὲν Κουντούζιος τὸν Μωρὰτ, ὁ δὲ Ἀνδρόνικος τὸν Ἰωάννην τὸν πατέρα αὐτοῦ διαχειρίσονται, καὶ ἔσονται ἀδελφοὶ εἰς τὸ ἑξῆς. Καὶ ὁ μὲν Ἀνδρόνικος τὴν βασιλείαν, ὁ δὲ Κουντούζης τὴν ἡγειλονίαν ἀνοδέξεται. Ἐνωτισθεὶς δὲ ταῦτα ὁ Μωρὰτ, καὶ ἐξετάσας ἀκριβῶς, καὶ μαθὼν τὰ λαληθέντα ἀληθῆ, ἐξορύττει τοὺς ὀφθαλμοὺς τοῦ υἱοῦ αὐτοῦ Κουντουζίου · καὶ στέλλει πρὸς τὸν βασιλέα Ἰωάννην γραφὰς δηλούσας τὴν τύφλωσιν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν αἰτίαν τῆς τυφλώσεως, καὶ συναίτιον δηλῶν τὸν Ἀνδρόνικον καὶ υἱὸν αὐτοῦ· καὶ εἰ μὴ καὶ αὐτὸ τὰ ὅμοια δράσει τῷ Ἀνδρονίκῳ, ἐγερεῖ μάχην ἄσπονδον κατ´ αὐτοῦ. Τότε ὁ βασιλεὺς Ἰωάννης, ἢ διὰ τὴν ἀδυναμίαν ἢν εἶχε, μὴ φέρων ἐχθρωδῶς διακεῖσθσι τῷ Μωράτ· ἡ διὰ τὴν ὑστέρησιν τῆς γνώσεως, ἠι γὰς ὡς ἐπιπολὺ κοῦφος, καὶ μὴ πολυπραγμονῶν ἐν ἄλλοις τὰ πράγματα πλὴν ἐν γυναιξίν ὡραίαις καὶ καλαῖς τῷ εἴδει, καὶ τίνος καὶ πῶς παγιδεύσει αὐτήν · ἐν δὲ πράγμασιν ἑτέροις, ὡς ἔλθοι κατὰ τύχην, καὶ κατατροχάδην ἀποῤῥεύσει, οὔτω καὶ ἐδέχετο, καὶ ἀντελάμβανε· ἐτύφλωσεν οὖν καὶ αὐτὸς τὸν Ἀνδρόνικον· καὶ οὐ μόνον αὐτὸν, ἀλλὰ καὶ τὸν υἱον αὐτοῦ Ἰωάννην νήπιον ὄντα, καὶ μόλις ψελλίζοντα, ἀντ´ αὐτοῦ ὁὲ στέφει τὸν δεύτερον τῶν υἱῶν αὐτοῦ εἰς βασιλέα Ῥωμαίων, τὸν Μανουήλ. Τὸν δὲ τρίτον, τὸν καὶ Θεόδωρον, δεσπότην Λακεδαιμονίας καθίστησι. Τὸν δὲ τυφλὸν Ἀνδρόνικον μετὰ τοῦ παιδὸς Ἰωάννου καὶ τῆς γυναικὸς ἐγκλείστους ἐν τῷ πύργῳ τοῦ Ἀνεμᾶ καθείργνοσιν· διετίαν δὲ ἑν

---

Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003685.
