# Historia Turcobyzantina 481

Ducas, Historia Turcobyzantina, 481. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/481
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/481

δὲ τοῦ βασιλέως Κιχαὴλ τοῦ Παλαιολόγου, τοῦ πρώτως βασιλεύσαντος ἐν Παλαιολόγοις, ἦλθόν τινες Ἰταλοί, αἰτοῦντες τὸ ὄρος δοθῆναι αὐτοῖς, καὶ λαμβάνειν κατ´ ἔτος τὸ συμφωνηθέν. Τότε καὶ οἱ Τοῦρκοι ἐνεδρεύοντες ἦσαν λῃστρικῶς τὰ πέριξ μέρη Λυδίας τε καὶ Ἀσίας, καὶ κατέτρεχον ἕως Σάρδεων, καὶ αὐτῆς Μαγνησίας. Ὡς οὖν ᾔσθοντο οἱ Ἰταλοί τὴν τῶν Τούρκων ἔφοδον, φοβηθέντες ἤρξαντο οἰκοδομεῖν φρούριόν τι σμικρότατον, ὅσον εἰς φυλακὴν αὐτῶν, καὶ τῶν εὑρισκομένων ἐργατῶν πεντὰκοντα ἢ καὶ πλείω. Ἐνωτισθέντες δὲ οἱ τὰ πέριξ οἰκοῦντες Ῥωμαῖοι, ἔν τε τῷ κάμπῳ τοῦ Μαινομένου, καὶ τῆς Μαγνησίας, καὶ Νυμφαίου, ἐλθόντες εὖρον αὐτοὺς ἄρξαντας τοῦ ἔργου. Καὶ δὴ ὡς ἐκ συνθήματος κοινολογησάμενοι σὺν τοῖς Λατίνοις ὑπέσχοντο του συμβοηθῆσαι, καὶ συμπασχῆσαι, καὶ συμπρᾶξαι ἐπὶ τῇ ἀνεγέρσει τοῦ φρουρίου· καὶ οὐ φρούριον, ἀλλὰ καὶ εἰς μεγάλην πόλιν ἀποκαταστῆσαι τὸ οἶ κοδομούμενον· εἰ μόνον χρείας κατεπειγούσης καὶ αὐτοὶ ὡς κτήτορες τοῦ τοιούτου χωρίου ἔσονται ἐντὸς φυλαττόμενοι. Ἀρεσάντων γοῦν ἄμφω τῶν μερῶν τὸ τοιοῦτον συμφώνημα, ἤρξαντο ἅμα Ῥωμαῖοί τε καὶ Λατῖνοι, καὶ ᾠκοδόμησαν τὴν ἄχρι τοῦ νῦν παρὰ Θεοῦ φρουρουμένην νέαν Φώκαιαν, ἐν τῇ τοῦ ὄρους ὑποβάσει, πλησίον τῆς θαλάσσης, ἔχουσαν τὰ πρὸς τὴν ἀνατολὴν μέρη τὸ ὄρος κείμενον, πρὸς δὲ τὴν ἑῴαν [σπέραν] τὴν νῆσον Λέσβον, πρὸς ἄρκτον δὲ τὸν τῆς Ἐλαίας κόλπον· πρὸς δὲ μεσημβοίαν Δ κατ´ Ἰωνίαν κόλπος. Ἢσαν δὲ οἱ ῥηθέντες τῆ- τάλεως αὐτῆς κτήτορες ἐκ τῶν Κατανέων Γενουῖιαι Ἀνδρέας καὶ Ἰάκωβος, καὶ τὴν ἐπωνυμίαν ἐκ τῆς παλαιτέρας Φωκίδος ἐκτήσατο, ταύτην νέαν Φώκαιαν καλέσαντες, ἐν ᾗ καὶ οἴκησιν κέκτημαι. Μεσαπεσόντων οὖν πραγμάτων ἀπὸ Ῥωμαίους ἐν χερσὶ τῶν Τούρκων μετ´ οὐ πολὺ, οἱ εὑρισκόμενοι ἐν τῇ πόλει μὴ φέροντες τὰς καθ´ ἑκάστην συμπλοκὰς τῶν Τούρκων, καὶ τὰς τῶν Χριστιανῶν σφαγὰς; α γὰρ ἦσαν ἄχρι καὶ τῶν πυλῶν τῆς πόλεως ἐγκρατεῖς γεγονότες οἱ Τοῦρκοι, ἄμφω Λατῖνοί τε καὶ Ῥωμαῖοι συνθήκας ἐνόρκους ποιήσαντες μετὰ τοῦ ἀρχηγοῦ τῆς Λυδίας Σαρχὰν, καὶ ὑποφόρους στέρξαντες

---

Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003685.
