# Historia Turcobyzantina 508

Ducas, Historia Turcobyzantina, 508. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/508
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/508

τοῦ δεσπότου καὶ πενθεροῦ αὐτοῦ, ἔχων εἰς τοῦτο ἕνα τῶν μεγιστάνων αὐτοῦ σύμβουλον, ἄνθρωπον κακοποιὸν, καὶ τῶν Χριστιανῶν ἐχθρὸν ἄσπονδον, ὀνόματι Φαδουλάχ· οὖτος γὰρ ἦν πρῶτον τῶν εἰσοδημάτων τῆς ἡγεμονίας μέγας χαρτουλάριος· εἶτα ὁρῶν αὐτοῦ τὸ πανοῦργον ὁ ἡγεμὼν ὀξὺ καὶ πρὸς τὰς βουλὰς αὐστηρὸν, καὶ κατὰ τῶν Χριστιανῶν ἐχθρωδῶς διακείμενον, ποιεῖ αὐτὸν καὶ μεσάζοντα. Καὶ τῷ Μουράτ μιᾷ τῶν ἡμερῶν εἴρηκεν· να τί, κύριε, τοὺς ἐχθροὺς τῆς ἡμετέρας πίστεως εἰς τέλος οὐκ ἀφανίζεις; Θεὸς γὸρ διδοὺς τὴν τοσαύτυν ἡγεμονίαν, σὺ καταφρονῶν αὐτὴν οὐκ ἐπιβλέπεις εἰς αὐτοὺς, ὠς τῷ Θεῷ δοκεῖν, ἀλλὰ φιλανθρώπως εἰς μακροθυμίαν τοὺς ἀπίστους πεοιθάλπεις. Οὐκ ἔστιν οὖν τοῦτο, οὐκ ἔστι θεῷ βουλητὸν, ἀλλὰ ἡ μάχαμά σου φαγέτω. κρέα τῶν ἀσεβῶν, ἔως οὖ ἐπιστρέψωσιν ἐν τῇ τοῦ μόνου Θεοῦ καὶ τοῦ μεγάλου προφήτου διδασκαλίᾳ. Γίνωσκε οὖν. ὁ ἡγεμὼν, ὅτι τὸ πολίχνιον ὃ ἐπῳκοδόμησεν ὁ δεσπότης Σερβίας οὐκ Κμτι συμφέρον ἡμέτερον. Ἀρθήτω οὖν ἀπ´ αὐτοῦ, καὶ ἔξομεν αὐτὸ διάβασιν ἀπὸ Σερβίας εἰς Οὐγγρίαν. Ἄρωμεν ἀπ´ αὐτοῦ τὰς πηγὰς τὰς ἀσιζώους, τὰς βρυούσας ὡς ὑδωρ ἀέννοον τὸν ἄργυρον καὶ τὸν χρυσὸν, καὶ σὺν αὐτὰς κερδήσομεν Οὐγγρίαν, καὶ ἐπέκεινα Ἰταλίας φθάσομεν, ταπειν ώσαντες τοὺς ἐχθροὺς τῆς ἡμετέρας πίστεως, Ὅ δὲ ἡγεμὼν, ἁπλούστατος ὢν, καὶ μὴ ἔχων πονηρίαν ἐν καρδίᾳ, ἔδωκεν ὧτα τοῖς λόγοις τοῦ Σατανᾶ· πέμπει οὖν ἀποκρισιαρίους εἰς τὸν δεσπότην Σερβίας, ζητῶν τὸ πολίχνιον ὃ νεωστὶ ἐδείματο οἷον τὸ Σμέδροβον. Ὁ δὲ ἀνταπέστειλεν αὐτῷ λόγους, ἀναμιμνήσκων τοὺς ὅρκους καὶ τὴν συγγένειαν. Ὁ δὲ τύραννος, μηδὲ ὁπωσοῦν εἰς νοῦν λαβὼν τὰ τοῦ δεσπότου ῥήματα, στρατεύει κατ´ αὐτοῦ · καὶ δὴ πρῶτον ἔρχεται εἰς Σμέδροβον ὥρᾳ θέρους. Ἢν γὰρ ἡ σιτοθήκη τοῦ κάστρου κενὴ, καὶ τὰ λοιπὰ τῶν τροφῶν ταμεῖα. Καὶ σκοπήσας καιρὸν ἀπέκλεισε τὸ πολίχνιον, καὶ παρακαθίσας αὐτῷ μῆνας τρεῖς, ἀπὸ τῆς ὑστερήσεως τῶν αὐταρκιῶν παρεδόθη, ὅρκους δοὺς καὶ πίστεις τοῦ μὴ ἀδικῆσαί τινα. Ἀνοίξαντες δὲ τὰς θύρας ἐξῆλὕον εἰς προσκύνησιν αὐτοῦ. Ἢσαν δὲ ἐντὸς ὁ πρῶτος υἱὸς τοῦ δεσπότου, καὶ ὁ πρὸς μητρὸς θεῖος αὐτοῦ Θωμᾶς ὁ Καντακουζηνός. Ἔβαλε γοῦν Τούρκους ἱκανοὺς εἰς φύλαξιν, αὐτὸς δὲ ἀπάρας ἐκεῖθεν ἔρχεται εἰς Νοβόπριδον μητέρα τῶν πόλεων, καὶ καταπολεμήσας εἶλε ταύτην, καὶ παρέδωκε Τούρκοις καὶ ὅλην Σερβίαν. Χειμῶνος δὲ φθάσαντος ἐστράφη ἐν τῇ Ἀδριανοῦ. Τοὺς δὲ δύο υἱοὺς τοῦ δεαπότου, ἡν γὰρ ὁ εἰς εὑρεθεὶς ἐν Ἀδριανουπόλει στρατεύοντος ἐν τῷ Σμεδρόβῳ τοῦ Μουρὰτ, ὁ δὲ ἔτερος συλληφθεὶς ἐν αὐτῷ τῷ πολιχνίῳ ἤχθη ἐν

---

Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003685.
