# Historia Turcobyzantina 545

Ducas, Historia Turcobyzantina, 545. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/545
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/545

λαμβάνοντες. Πλὴν τοῦτο οὐκ ἧν ἀπᾷδον τοίς Ῥω μαίοις. Καὶ γὰρ εὔλογον ἂν εἰπεῖν εἶναι ἕνα Ῥωμαίων πρὸς εἴκοσι Τούρκους· τί ἐδύναντο καταπροσωπῆσαι, καὶ ἐξελθεῖν; Πλὴν ἡ βουλὴ ἐδίδοτο, ὥστε τοὺς Ῥωμαίους ἀντιμαχεῖν ἐκ τῶν τειχῶν δεὰ τῶν προμαχώνων, οἱ μὲν διὰ τζαγραβολικῶν βελῶν οἱ δὲ διὰ τοξικῶν, ἄλλοι διὰ μοὶυβδοβόλων ἀπολυομένων διὰ βοτανῶν πέντε καὶ ἕνα ὁ μοῦ, σμινρὰ ώς κάρυα ποντικὰ τὸ μέγεθος, ἀποτελοῦντα δύναμιν - τρήσεως· ὡς εἰ τύχοι ἐμπεσεῖν σιδηροφόρῳ σώματι, καὶ τὴν ἀσπίδα, καὶ τὸ σῶμα διατρήσας ἐξέρχεται, καὶ εἰς ἄλλο μεταπηδᾷ. εἰ τύχοι, εἶτα ἐξ αὐτοῦ εἰς ἕτερον ἕως οὖ ψυχρανθῇ ἡ δύναμις τῆβοτάνης · καὶ διὰ μιᾶς προσβολῆς δύναται ζημιῶσαι δύο καὶ τρεῖς. Ἔμαθον οὐν καὶ οἱ Τοῦρκοι, καὶ χρῶνται καὶ αὐτοὶ τὰ ὅμοια καὶ ἐπέκεινα. Περαιωθέντος οὖν τοῦ Ἀπριλίου τὸ δίμοιρον ἐν ὁλίγοις ἀντιμάχοις, ὁ γὰρ τύραννος εἰς πλέον ἠθροίζετο, συνήχθησαν οὐν ἄνδρες κλητοὶ καὶ αὐτόκλητοι ὑπὲρ ἀριθμὸν δυνατὸν εἰπεῖν. Ἔλεγον οὖν. ὅσοι κατεσκόπευον, εἶναι ὑπὲρ τετρακοτίας χιλιάδας. Καὶ οἱ τῶν τοῦ Γαλατᾶ Γενουῖται, καὶ πρὸ τοῦ ἐλθεῖν τὸν τύραννον ἔτι ὄντα ἐν Ἀδριανουπόλει. ἔστειλαν πρέσβεις, ἀγγέλλοντες τὴν εἰς αὐτὲν ἀκραιφνῆ φιλίαν, καὶ ἀνανεοῦντες τὰ προγεγραμμένα ἐκτυπώματα· καὶ αὐτὸς ἀπελογεῖτο, ὡς φίλος αὐτῶν εἶναι, καὶ ἀδιάσπαστος τῆς πρὸς αὐτοῦς ἀγάπης, μόνον μὴ εὑρεθῶσι βοηθοῦντες τῇ πόλει· καὶ αὐτοὶ ὑπέσχοντο. Πλὴν εἶς ἐκ τῶν δύο κατεγελᾶτο, ὡς τὸ τέλος ἔδειξεν· οἱ γὰρ τοῦ Γαλατᾶ ἐνενόουν, ὡς καθὰ καὶ ἐν ἑτέροις χρόνοις ἡ πόλις καταπολεμισθεῖσα παρὰ τῶν γονέων αὐτοῦ, οὐδὲν ὠνήσαντο ἀπελθόντες ἄπρακτοι· οἱ δὲ τοῦ Γαλατᾶ σῖ·, ἐκείνοις φιλίαν δεικνύντες, τοὺς μὲν πολίτας ἐδίδοσαν τὴν παρ´ αὐτοῖς ἐξερχομένην βοήθειαν, οὕτω θαῤῥοῦντες γενέσθαι καὶ ἐν τῷ καιρῷ τούτου· ὥς πλάνον μὲν τὴν φιλίαν ὑπώπτευον, τῇ δὲ πόλει τὰ εἰκότα συνεμάχοντο κρυφίως. Ὁ δὲ τύραννος πάλιν ἐν ἑαυτῷ ἔλεγεν· Ἐασω κομᾶσθει τὸν ὄφιν ἄως οὖ καθειλῶ τὸν δράκοντα, ναὶ τότε μία πληγὴ ἐλαφρὰ κατὰ κεφαλῆς καὶ τοῦτον σκστό δινιάσει· ὃ καὶ γέγονε. Τότε συνήχθησαν καὶ διὰ θαλάσσης τὰ πλοῖα αὐτοῦ σὺν τριήρεσι, διήρεσε, πλοιαρίοις ἕως τριακόσια τὸν ἀριθμόν. Ὁ δὲ λιμὴν τῆς πόλεως ην κεκλεισμένος οὐν τῇ ἀλύσει, ἀὸ τοῦ μέρους τῆς πύλης τῆς πόλεως τῆς καλουμένης

---

Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003685.
