# Historia Turcobyzantina 552

Ducas, Historia Turcobyzantina, 552. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/552
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/552

οὐ γὰρ ἦν δυνατὸν παραδοθῆναι τὴν πόλιν τοῖς Τούρκοις ἐκ τῶν χειρῶν τῶν Ῥωμαίων. Εἰ γὰρ εἶχε τοῦτο γενέσθαι, ποίαν ὁδὸν, ἢ ποῖον τόπον. ἢ πόλιν εἶχον μετοικῆσαι Χριστιανῶν τοῦ μὴ καταπτύειν, καὶ ὀνειδίζειν, καὶ σφακελίζειν τοὺς Ῥωμαίους; Οὐχὶ μόνον Χριστιανοὶ, ἀλλὰ καὶ αὐτοὶ Τοῦρκοι καὶ Ἐβραῖοι εἶχον ἐξουθενεῖν αὐτούς. Τότε ὁ Λόγγος Ἰουστινιανὸς ἐσκέψατο διὰ τῆς νυκτὸς προσεγγίσαι ταῖς διήρεσι, καὶ ἐμπρῆς σαι ταύτας. Καὶ δὴ ἑτοιμάσας μίαν τῶν τριήρεων, καὶ βαλὼν ἐν αὐτῇ τοὺς δοκιμωτάτους τῶν Ἰταλῶν, καὶ παντοῖα μηχανικὰ σκεύη ἵσταντο ἐκδεχόμενοι τὴν ὥραν. Οἱ δὲ Γενουῖται τοῦ Γαλατᾶ μοθόντες τὸ δρώμενον ἀπήγγειλαν τοῖς Τούρκοις. Οἱ δὲ τῇ νυκτὶ ἐ κείνῃ ἄγρυπνοι διανυκτερεύσαντες, καὶ σκευὰς] ἑτοίμους παραταξάμενοι τοὺς Λατίνους ἐκδέχοντο Οἱ δὲ Λατῖνοι μὴ γνόντες τὸ μηνυθὲν παρὰ τῶν τοῦ Ταλατᾶ εἰς τοὺς ἀσεβεῖς, περὶ μέσας νύκτας ἄρασα τὰς ἀγκύρας ἡ τριήρης ἀψοφητὶ τοῖς πλοίοις πλησιάζων ἦν. Οἱ δὲ Τοῦρκοι ἐν τῇ βοτάνῃ τῆς σκευῆς πῦρ βάλλοντες, ἧσαν γὰρ ἐν ὅλῃ τῇ νυκτὶ ἐγρηγορότες, καὶ δὴ ἐκπεμφθείς ὁ λίθος κατὰ τῆς τριήρεος, καὶ σὺν ἤχῳ πλείστῳ κρούσας αὐτὴν, ἔδαλε κάτω ὑποβρύχιον σὺν τοῖς ἐπιβάταις, πέμψας εἰς βυθόν. Τοῦτο τοὺς Λατίνους εἰς φόβον καὶ ἀγωνίαν οὐ μικρὰν ἐνέβαλε, καὶ τὸν Ἰωάννην οὐκ εἰς μικράν ἀθυμίαν· ἧσαν γὰρ οἱ καταποντισθέντες ἅπαντες ἐκ τῆς αὐτοῦ νηὸς εὔζωνοι νέοι, καὶ λίαν πολεμισταὶ ὑπὲρ τοὺς ρνʹ. Οἱ δὲ Τοῦρκοι ἐπαρθέντες ἐπὶ τῇ εὐδοκιμίᾳ, καὶ φωνὴν μεγάλην ἄραντες σὺν ἀλαλαγμῷ πάντες, καὶ οἱ ἐν τοῖς πλοίοις, καὶ οἱ ἐν ταῖς σκηναῖς τόσον ἦχον ἐν οὐρανοῖς ἐξέπεμψαν, ὡς δοκεῖν τὸ κλίμα ἐκεῖνο τῆς γῆς σείεσθαι. καὶ ἐκ τοῦ φόβου καὶ οἱ τῆς πόλεως, καὶ οἱ τοῦ Γαλατᾶ πάντες ἐβόων. Ἡμέρας οὖν γενομένης, καὶ χαρμοσύνως τε καὶ εὐθαρσῶς καταπολεμίζοντες, ἐναβρυνόμενοι ἐπὶ τῇ ἀπροσδοκήτῳ καταβολῇ τῆς τριήρεως, ἄλλον λίθον καὶ αὐτὸν παμμεγέθη τῇ φολεᾷ τῆς χωνείας ἐνήρμοσαν. Καὶ δὴ ἱσταμένης μιᾶς νηὸς ἐν τῇ πύλῃ τοῦ Γαλατᾶ ἐγγὺς, φερούσης φόρτον ἐμπορικὸν παντοίων εἰδῶν, καὶ μελλούσης ἐν Ἰταλίᾳ πλέειν, ἦν γὰρ καὶ ἡ ναῦς, καὶ ὁ φόρτος τῶν ἐμπόρων τοῦ Γαλατᾶ, ἀφέντες οἶ Τοῦρκοι τὸν λίθον διέῤῥηξε τὴν γαστέρα τῆς νηὸς, καὶ διαῤῥαγείσης ἄρδην κατεποντίσθη ἐν τῷ βυθῷ. Τοῦτο τὸ δῶρον ἀντάμειψις τῆς ἀκραιφνοῦς φιλίας, ἦς ἐπεδείξαντο Τοῦρκοι τοὺς Γαλατίνους. Ἀπῄεσαν γὰρ ἐν τοῖς μεγιστάνοις αὐτῇ τῇ ἡμέρᾳ βοῶντες, ὡς Ἡμεῖς φίλοι ὄντες, καὶ τὰ τῆς φιλίας πράττοντες ἐσημάναμεν τὴν ἔλευσιν τῆς τριήρεος· Καὶ γὰρ εἰ οὐκ ἐστὲ παρ´ ἡμῖν ἐνωτισθέντες τὴν ἔλευσιν αὐτῆς, εἰς κενὸν ἂν ἦσαν οἱ τέσοι κόποι τῶν

---

Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003685.
