# Historia Turcobyzantina 554

Ducas, Historia Turcobyzantina, 554. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/554
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/554

πεοιατάσεως ἄπαντες ἐντὸς ταύτης εἰσιόντες ἐσώθησαν, καὶ οὐδεὶς ὁ ἀντισταίνων ἐμακροβίω. Ἔχε δέ καὶ τὰ παρ´ ἡμῶν ἁρπαχθέντα ἀδίκως κάστρα καὶ γῆν, ὡς δίκαια. Καὶ ἀπόκούον καὶ τοὺς φόρους τόσους, ὅσους κατὰ τὴν ἡμετέραν δύναμιν κατ´ ἔτος τοῦ δοῦναί σοι, καὶ ῆπελθε ἐν εἰρήνῃ. Τί γὰρ οἶδας εἰ θαῤῥῶν κερδᾶναι, εὐρεὺῇς κερδανθείς; Τὸ δὲ τὴν πόλιν σοι δοῦναι οὐτ´´ ἐμόν ἐστι, οὔτ´ ἄλλου τῶν κατρικούντων ἐν ταύτῃ. Κοινῇ γὰρ γνώμῃ πάντες αὐτοπροαιρέτως ἀποθανοῦμεν, καὶ οὐ φεισόμεθα τῆς ζωῆς ἡμών. Ταῦτα ἀκούσας ὁ τύραννος, καὶ ἀπογνοὺς τὴν εἰρηνικὴν τῆς πόλεως προδοσίαν, ὥρισε διαλαλιὰς γενέσθαι ἐν πάσῃ τῇ στρατιᾷ· καὶ ἐδήλωσε τὴν ἡμέραν τοῦ πολέμου, ὀμόσας ὡς οὐκ ἔτ´ ἄλλο χρῄζω κέρδος πλὴν τὰς οἰκοδομὰς, καὶ τὰ τείχη τῆς πόλεως τὸν δ´ ἄλλον ἅπαντα θησαυρὸν, καὶ αἰχμαλωσίαν ἔστωσαν ὑμῶν κέρδη. Τότε οἱ πάντες εὐφήμησαν. Ἐσπέρας δὲ γενομένης κήρυκας κύκλῳ τοῦ στρατοπέδου στείλας, ἐπρόσταττε ἐν πάσῃ σκηνῇ φῶτα μεγάλα καὶ πυρκαῖὰς ἀνάψαι· καὶ τῶν φώτων ἀναφθέντων« πάντας σὺν ἥχῳ καὶ βοῇ ἀλαλάξαι τὴν μιαράν αὐτῶν φωνὴν, τὴν δηλοῦσαν τὴν αὐτῶν ἀσέβειαν. Καὶ ἦν ἰδεῖν καὶ ἀκοῦσαι ξένον τέρας· τὰ γὰρ φῶτα ὑπερεκχυθίντα ἐν γῇ καὶ θαλάσσῃ ψπὲρ τὸν ἥλιον ἔλαμπον, τὴν πᾶσαν πόλιν, τὸν Γαλατᾶν, τὰς νῆας ἀπάσας, καὶ τὰ πλοῖα πέρα τὸ Σκουτάριον. Καὶ ἐπιφάνεια πᾶσα τῆς ὑγρᾶς τοσοῦτον ὑπερήστραπτον, ὅσον εἴποι τις κεραυνοῦ δίκην. αὶ γὰρ εἴθε ἦν κεραυνὸς, οὐ φωτίζων μόνον, ἀλλὰ καὶ κατακαῖον καὶ δαπανῶν! Οἱ δὲ Ῥωμαῖοι ἐδόκουν πῦρ ἐμπεσεῖν ἐν τῷ στρατεύματι. Καὶ κατέτρεχον ἕως τοῦ ἐρειπίου. Καὶ ὁρῶντες αὐτῶν τὰς ὀρχήσεις, καὶ τὰς εὐφροσύνους ἀκούοντες ἀλαλαγὰς τὰς γενομένας, προεώρων τὸ μέλλον, καὶ σὺν καρδίᾳ συντετριμμένῃ πρὸς τὸν Θεὸν ἔλεγον, Κύριε, φεῖσαι ἡμᾶς τῆς δικαίας σου ἀπειλῆς, καὶ λύτρως Κσαι ἡμᾶς ἐκ τῶν χειρῶν τοῦ ἀντικειμένου. Οἱ δὲ δνημόται μόνον ἰδόντες τὴν τοσαύτην θέαν, καὶ τὴν βοὴν ἀκούσαντες, ὡς ἡμιθανεῖς ἔπνεον, μὴ δυνάμεψοι ἕλκειν πνεῦμα μήτ´ ἀποφυσᾶν. Ὁ δὲ Ἰωάννης διὰ τῆς νυκτὸς ἐκείνης ἀγωνισάμενος, καὶ κελεύσας τὰς κληματίδας ἁπάσας τὴς εὑρισκομένας ἐν τῇ πόλει συναγαγεῖν καὶ τεθῆναι ἐν τοῖς ἐρειπίοις, κατασκευάσας ἄλλην τάφρον ἔνδοθεν τοῦ φυλάττεαθαι τὰ τείχη τὰ φθαρέντα. Οἱ δέ Ῥωμαῖοι ἰδόντες τὴν εἰσοδοέξοδον αὐτῶν φανερὰν γενομένην, καὶ μὴ Ἐαίναμένους ἐξιέναι ἔξω τῆς πύλης, καὶ ἀνθίστασθαι τοῖς Τούρκοις ἐν τῷ ἔξω κάστρῳ ἀπερικαλύπτους κτας τῶν τειχέων καταπεσόντων. Ἦσάν τινες τῶν γερόντων ἐπιστάμενοι παραπόρτιον ἓν, πρὸ πολλῶν

---

Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003685.
