# Fragmenta 27

Duris Samius, Fragmenta, Dfhg-Source dfhg2_DURIS_SAMIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/duris-samius/fragmenta/27

Δημήτριος δὲ ὁ Φαληρεὺς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν, χιλίων καὶ διακοσίων ταλάντων κατ ̓ ἐνιαυτὸν κύριος γενόμενος, καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν, τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζε, θοίνας τε καθ ̓ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν, καὶ πλῆθός τι συνδείπνων ἔχων· καὶ ταῖς μὲν δαπάναις ταῖς εἰς τὰ δεῖπνα τοὺς Μακεδόνας ὑπερέβαλε, τῇ δὲ καθαριότητι Κυπρίους καὶ Φοίνικας· ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε τὰ πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσι κατεσκευάζετο, διαπεποικιλμένα ὑπὸ δημιουργῶν. Ἦσαν δὲ καὶ πρὸς γυναῖκας ὁμιλίαι σιωπώμεναι, καὶ νεανίσκων ἔρωτες νυκτερινοὶ, καὶ ὁ τοῖς ἄλλοις τιθέμενος θεσμοὺς Δημήτριος, καὶ τοὺς βίους τάττων, ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. Ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος, καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος, καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν· ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι. Ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων, ἣν ἔπεμψεν ἄρχων γενόμενος (Ol 117, 4), ᾖδε χορὸς εἰς αὐτὸν ποιήματα Σειρώμενος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο· Ἐξόχως δ ̓ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε τιμαῖς γεραίρει.

---

DURIS SAMIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1339.tlg005.local002/.
