# Fragmenta 8-11

Duris Samius, Fragmenta, 8 to 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/duris-samius/fragmenta/8

Ἀλλ ̓ οὐκ Ἀρκαδίων ὁ Ἀχαιὸς κόλαξ ἦν· περὶ οὗ ὁ αὐτὸς ἱστορεῖ Θεόπομπος, καὶ Δοῦρις ἐν πέμπτῃ Μακεδονικῶν. Οὗτος δὲ ὁ Ἀρκαδίων, μισῶν τὸν Φίλιππον, ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. Ἦν δ ̓ εὐφυέστατος, καὶ πλείους ἀποφάσεις αὐτοῦ μνημονεύονται. Εὐθὺς δ ̓ ὁ Ἀλέξανδρος ἐξῄτει πέμπων τῶν δημαγωγῶν δέκα μὲν, ὡς Ἰδομενεὺς καὶ Δοῦρις εἰρήκασιν, ὀκτὼ δ ̓, ὡς οἱ πλεῖστοι καὶ δοκιμώτατοι τῶν συγγραφέων τούσδε, Δημοσθένην, Πολύευκτον, Ἐφιάλτην, Λυκοῦργον, Μοιροκλέα, Δήμωνα, Καλλισθένην, Χαρίδημον. Τῆς δὲ στρατιᾶς τὸ πλῆθος οἱ μὲν ἐλάχιστον λέγοντες τρισμυρίους πεζοὺς καὶ πεντακισχιλίους ἱππεῖς, οἱ δὲ πλεῖστον πεζοὺς μὲν τετρακισμυρίους καὶ τρισχιλίους, ἱππέας δὲ τετρακισχιλίους ἀναγράφουσιν. Ἐφόδιον δὲ τούτοις οὐ πλέον ἑβδομήκοντα ταλάντων ἔχειν αὐτὸν Ἀριστόβουλος (fr. 1) ἱστορεῖ, Δοῦρις δὲ τριάκοντα μόνον ἡμερῶν διατροφήν. Τὸ δὲ λαμπρὸν αὐτῷ καὶ μέγα παρασκευασθὲν ὑπὸ τὴς τύχης ἐφόδιον ἑβδομήκοντα τάλαντα ἦν, ὥς φησιν Ἀριστόβουλος· ὡς δὲ Δοῦρις, τριάκοντα μόνον ἡμερῶν ἐπισιτισμός. Ὡς δὲ Δοῦρις, ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια.

---

DURIS SAMIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1339.tlg005.local002/.
