# In Porphyrii isagogen Προλεγόμενατῆς Eἰσαγωγῆς Πορφυρίου..1

Elias Neoplatonicus, In Porphyrii isagogen, Προλεγόμενατῆς Eἰσαγωγῆς Πορφυρίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/elias-neoplatonicus/in-porphyrii-isagogen/%CE%A0%CF%81%CE%BF%CE%BB%CE%B5%CE%B3%CF%8C%CE%BC%CE%B5%CE%BD%CE%B1%CF%84%E1%BF%86%CF%82%20E%E1%BC%B0%CF%83%CE%B1%CE%B3%CF%89%CE%B3%E1%BF%86%CF%82%20%CE%A0%CE%BF%CF%81%CF%86%CF%85%CF%81%CE%AF%CE%BF%CF%85..1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/elias-neoplatonicus/in-porphyrii-isagogen/%CE%A0%CF%81%CE%BF%CE%BB%CE%B5%CE%B3%CF%8C%CE%BC%CE%B5%CE%BD%CE%B1%CF%84%E1%BF%86%CF%82%20E%E1%BC%B0%CF%83%CE%B1%CE%B3%CF%89%CE%B3%E1%BF%86%CF%82%20%CE%A0%CE%BF%CF%81%CF%86%CF%85%CF%81%CE%AF%CE%BF%CF%85..1
CTS URN: urn:cts:greekLit:tlg4020.tlg001:Προλεγόμενατῆς Eἰσαγωγῆς Πορφυρίου..1

Πρᾶξις ιγ΄. Επειδὴ ὅλην ὡς ὅλην ἔγνωμεν τὴν φιλοσοφίαν διὰ τῶν ἓξ ὁρισμῶν καὶ ὡς μέρη ἔχουσαν αὐτὴν διὰ τῶν διαιρέσεων, φέρε καὶ τοῦ παρόντος βιβλίου φροντίδα ποιησώμεθα τά εἰωθότα ὀκτὼ τὸν ἀριθμὸν ὄντα, τὸν σκοπόν, τὸ χρήσιμον, τὴν τάξιν, τὴν ἐπιγραφήν, τὸ γνήσιον, τὴν εἰς τὰ κεφάλαια τοῦ βιβλίου διαίρεσιν, τὸν τρόπον τὸν διδασκαλικόν, καὶ ὑπὸ ποῖον μέρος ἢ μόριον τῆς φιλοσοφίας ἀνάγεται τὸ βιβλίον, ἃ καὶ κεφάλαια εἴρηται ὡς ἐκ μεταφορᾶς τῆς ἐν τοῖς ζῴοις κεφαλῆς· ὥσπερ γὰρ ἐκείνη ἐν βραχεῖ τὴν δύναμιν πᾶσαν τοῦ ζῴου περιέχει, οἰκητήριον οὖσα τῶν πέντε αἰσθήσεων, οὕτως καὶ ταῦτα ἐν βραχεῖ τὸ βούλημα παριστῶσι τῶν λεγομένων· διὸ καὶ παρὰ τοῖς ῥήτορσι τὸ ‘ὡς ἐν κεφαλαίῳ’ εἴρηται ἀντὶ τοῦ ἐν βραχεῖ πολλὰ περιλαβεῖν’. Σκοπὸν τοίνυν ἔχει ὁ Πορφύριος ἐνταῦθα πάσας τὰς κατὰ φιλοσοφίαν φωνὰς ὑπὸ πέντε ἀρχὰς καὶ κοινότητας ἀναγαγεῖν, καὶ δεῖξαι ὅτι πᾶσα φιλόσοφος φωνὴ ἢ γένος ἐστὶν ἢ διαφορὰ ἢ εἶδος ἢ ἴδιον ἢ συμβεβηκός, καὶ ἕκτη παρὰ ταύτας οὐδὲ ἐπινοηθῆναι δύναται. τοῦτο δὲ καὶ ἐκ διαιρέσεως δείκνυσιν, ἣν αἰνίττεται ἐν τῷ περὶ γένους λόγῳ. ἔχει δὲ οὕτως· ἡ φωνὴ ἢ σημαντική ἐστιν ἢ ἄσημος. ἀλλ’ αἱ μὲν ἄσημοι χαιρέτωσαν· γραμματικοῖς αὗται μελήσουσιν, παρ’ οἷς οὐδὲν διαφέρει τὸ Ὃμηρος τοῦ σκινδαψός σκινδαψοῦ]· φιλοσόφοις δέ, οἷς σημαινομένων καὶ μόνον ἐστὶ φροντίς, πολλὴν διαφορὰν εἰσάγει τὸ σημαίνειν ἢ μὴ σημαίνειν· εἰ γὰρ μὴ σημαίνει, οὐδὲ διαλέγονται περὶ αὐτῶν· εἰ γὰρ ἦν τὰ πράγματα διδάξαι χωρὶς φωνῶν, οὐκ ἄν ποτε φωναῖς ἐχρήσαντο. ἀλλ’ ἐπειδὴ τοῦτο ἀδύνατον (χωρὶς γὰρ φωνῶν οὐ διδάσκεται πρᾶγμα), ἐξ ἀνάγκης διαλέγονται καὶ περὶ φωνῶν. τῶν δὲ σημαντικῶν αἱ μὲν καθόλου, αἱ δὲ μερικαί. ἀλλὰ καὶ αἱ μερικαὶ μετὰ τῶν ἀσήμων ἐκβαλέσθωσαν· ποιηταῖς γὰρ αὗται μελήσουσι καὶ ῥήτορσι, τοῖς μὲν διὰ τὰς ἱστορίας. τοῖς δὲ διὰ τὸν φεύγοντα καὶ τὸν διώκοντα. Τῶν δὲ καθόλου αἱ μὲν οὐσιώδεις εἰσίν, αἱ δὲ ἐπεισοδεώδεις. ἐκεῖνα δὲ λέγεται οὐσιώδη, ὅσα καὶ | παρόντα σώζουσι καὶ ἀπόντα φθείρουσιν· οἷον τὸ λογικὸν τῷ ἀνθρώπῳ οὐσιωδῶς ὑπάρχει (καὶ παρὸν γὰρ σώζει αὐτὸν καὶ ἀπὸν φθείρει), ὁμοίως καὶ ἡ θερμότης τῷ πυρὶ καὶ ἡ ψυχρότης τῇ χιόνι. ἐπεισοδιώση δὲ λέγεται ὅσα τοὐναντίον μήτε παρόντα σώζει μήτε ἀπόντα φθείρει· τὸ γὰρ λευκὸν τῷ ἀνθρώπῳ ἐπεισοδιωδῶς ὑπάρχει· οὔτε γὰρ παρὸν σώζει αὐτὸν οὔτε ἀπὸν φθείρει. τὰ μὲν οὖν οὐσιώδη ἢ ὕπαρξιν δηλοῦσιν ἢ τρόπον ὑπάρξεως· καὶ εἰ μὲν τρόπον ὑπάρξεως, ποιεῖ τὴν διαφορὰν οἷον τὸ λογικόν (τοῦτο γὰρ τοιόνδε ποιεῖ τὸ ζῷον); εἰ δὲ ὕπαρξιν δηλοῖ, ἢ εὐθέως εἰς τὰ ἄτομα διαιρεῖται, Σωκράτην φημὶ καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην, καὶ λέγεται τὸ διαιρούμενον εἶδος, ἢ πρῶτον εἰς τὰ εἴδη διαιρεῖται, εἶτα διὰ τῶν εἰδῶν εἰς τὰ ἄτομα, καὶ λέγεται γένος τὸ διαιρούμενον. τὰ δὲ ἐπεισοδιώδη ἢ μιᾷ μόνῃ φύσει ὑπάρχουσι καὶ λέγονται ἴδια, ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπῳ, τὸ χρεμετιστικὸν τῷ ἵππῳ, τὸ ὑλακτικὸν τῷ κυνί, ἢ πολλαῖς καὶ λέγονται συμβεβηκότα, ὡς τὸ λευκὸν οὐ μόνον ἀνθρώπῳ ὑπάρχει ἀλλὰ καὶ ἵππῳ καὶ βοὶ καὶ ἀψύχοις. ἢ καὶ ἄλλως· πᾶσα φωνὴ ἢ σημαντικὴ ἢ ἄσημος· καὶ εἰ μὲν σημαντική, ἢ καθόλου ἢ μερική. τῆς δὲ καθόλου τὰ μὲν οὐσιώδη, τὰ δὲ ἐπεισοδιώδη. τὰ μὲν οὖν οὐσιώδη ἢ κατὰ διαφερόντων τῷ εἴδει καὶ ἢ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὸ γένος, ἢ ἐν τῷ ποῖόν τί ἐστι καὶ ποιεῖ τὴν δια- φοράν, ἢ κατὰ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὸ εἶδος. τὰ δὲ ἐπεισοδιώδη ἢ ἀντιστρέφει καὶ ποιεῖ τὸ ἴδιον, ὡς τὸ γελαστικόν (πᾶν γὰρ γελαστικὸν ἄνθρωπος καὶ πᾶς ἄνθρωπος γεκαστθξίβ)μ ἢ οὐκ ἀντιστρέφει καὶ ποιεῖ τὸ συμβεβηκός, οἷον τὸ λευκόν· οὐδὲ γὰρ ἀντιστρέφει τὸ λευκὸν πρὸς τὸν ἄνθρωπον· οὐδὲ γὰρ εἴ τι λευκόν, ἐκεῖνο καὶ ἄνθρωπος, οὐδὲ εἴ τι ἄνθρωπος, τοῦτο λευκόν· ὁ γὰρ Αἰθίοψ ἄνθρωπός ἐστι καὶ οὐ λευκόν. | Πρᾶξις ιδ΄. Μετὰ τὸ πρῶτον κεφάλαιον εἴπωμεν καὶ τὸ δεύτερον, φημὶ τὸ χρή. σιμὸν. χρησιμεύει τοίνυν τὸ παρὸν βιβλίον εἰς τὴν ἡμῶν αὐτῶν οὐσίαν, εἰς πᾶσαν φιλοσοφίαν, εἰς τὰς διαλεκτικὰς μεθόδους, εἰς τὰς Ἀριστοτέλους καὶ τῶν ἄλλων Κατηγορίας· οὗτοι γὰρ κατὰ ζῆλον τοῦ οἰκείου διδασκάλου ὁμώνυμα συγγράμματα τούτῳ κατέ|λιπον. χρησιμεύει οὖν ἡμῖν εἰς τὴν ἡμῶν αὐτῶν οὐσίαν, ἐπειδὴ κοινωνικὸν ζῷον ὁ ἄνθρωπος· ἀμέλει κά ἐν ταῖς ἠρεμίαις ἀσχάλλομεν ὡς παρὰ φύσιν ζῶντες καὶ μὴ ἔχοντες ὅτῳ κοινωνήσομεν. κοινωνοῦμεν δὲ ἀλλήλοις διὰ φωνῶν, ὅθεν καὶ φωνὴ εἲρηται ὡς εἰς φῶς ἄγουσα τὰ τοῦ νοῦ γεννήματα, διὸ καὶ φὼς μόνος ὁ ἂνθρωπος λέγεται ὡς πολὺ τὸ φωτιστικὸν ἔχων καὶ ἐξαγγελτικόν· οὗτος γὰρ καὶ τὰ γνωστικὰ ἑαυτοῦ πάθη ἐξαγγέλλει διὰ τῆς φωνῆς τῆς ἐνάρθρου καὶ τὰ ζωτικὰ διὰ τῆς ἀνάρθρου, οἷον βηχὸς συρίγματος στεναγμοῦ, τὰ δὲ ἂλογα διὰ τῶν ἀνάρθρων μόνον τὰ ζωτικὰ ἡμὶν ἐμφαίνει. εἰ οὖν περὶ φωνῶν διαλέγεται, πῶς οὐ χρησιμεύει ἡμῖν εἰς τὴν ἡμῶν αὐτῶν οὐσίαν; ἀλλὰ καὶ εἰς πᾶσαν φιλοσοφίαν, εἴ γε πᾶσαν φιλόσοφον φωνὴν ἐνταῦθα διδασκόμεθα. ἀλλὰ καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους· τέσσαρες γὰρ αὗται, διαιρετική, ὁριστική, ἀποδεικτική, ἀναλυτική, ἐπειδὴ καὶ τέσσαρα τὰ διαλεκτικὰ προβλήματα, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. καὶ τὸ μὲν εἰ ἔστιν ἀναλογεῖ τῇ διαιρετικῇ (εἰ γὰρ γὰρ πάντως ὑπὸ τὴν διαίρεσιν πίπτει), τὸ δὲ τί ἐστι τῇ ὁριστικῇ * * * (πᾶσαι γὰρ αἱ ἀποδεῖξεις τοῦ ὁποῖόν τί ἐστι· σπανίως γὰρ ἀμφιβάλλεται τὸ εἴ ἐστι καὶ ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστι), τὸ δὲ διὰ τί ἐστιν ἀναλογεῖ τῇ ἀναλυτικῇ· ἑκατέρα γὰρ αὐτῶν αἰτίας εὕρεσίς ἐστι. καὶ τοσαύτη ἐστὶν ἡ δύναμις τῆς ἀναλυτικῆς, ὡς ἰσχύειν πάσαις ἀντιτάσσεσθαι· τῇ μὲν ὁριστικῇ, ὅτι ἐκείνης τὰ πολλὰ ἓν ποιούσης αὕτη τὸ ἓν πολλὰ ποιεῖ, τῇ δὲ διαιρετικὴ, ὅτι τῆς διαιρετικῆς τὸ ἓν πολλὰ ποιούσης καὶ αὕτη τὸ αὐτὸ ποιεῖ. ἀλλὰ καὶ τῇ ἀποδεικτικῇ· τῆς γὰρ ἀποδεικτικῆς ἀπὸ αἰτίων καὶ πρώτων ἀρχομένης αὕτη ἀπὸ τῶν αἰτιατῶν καὶ δευτέρων ἄρχεται· οὐδὲν γάρ ἐστιν ἀνάλυσις, εἰ μὴ ἀπόδειξις ἀντεστραμμένη, ὅθεν καὶ ἀνάλυσις ὡς ἀνάπαλιν λύσις οὖσα του προκειμένου. Ἲδιον δὲ τῆς μὲν διαιρετικῆς τὸ ἓν πολλὰ ποιεῖν, οἷον τὸ ζῷον διελεῖν εἰς λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον. τῆς δὲ ὁριστικῆς τοὐναντίον τὰ πολλὰ ἓν ποιεῖν, τοῦτ’ ἔστι λαβεῖν τὸ ζῷον, τὸ λογικόν, τὸ θνητὸν καὶ ὁρίσασθαι τὸν ἄνθρωπον. ἴδιον δὲ τῆς ἀποδεικτικῆς τὸ δεῖξαι ἄλλο ἄλλῳ ὑπάρχον δι’ ἄλλου μέσου· οἷον θέλοντες δεῖξαι ·ὅτι τὸ ἔμψυχον ὑπάρχει τῷ ἀνθρώπῳ παραλαμβάνομεν μέσον τὸ ζῷον καὶ συλλογιζόμεθα | οὓτως· ἐὰν τὸ ἔμψυχον ὑπάρχῃ τῷ ζῴῳ, τὸ δὲ ζῷον τῷ ἀνθρώπῳ, πᾶσα ἀνάγκη καὶ τὸ ἔμψυχον ὑπάρχειν τῷ ἀνθρώπῳ. ἢ καὶ ἄλλως· ὁ ἄνθρωπος ζῷον; τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία. ἴδιον δὲ τῆς ἀναλυτικῆς τὸ λαβεῖν σύνθετόν τι πρᾶγμα καὶ ἀναλῦσαι εἰς τὰ ἁπλᾶ, ἐξ ὧν συντέθη, ὥσπερ ἀναλύεται ὁ λόγος εἰς λέξεις, αἱ λέξεις εἰς συλλαβὰς καὶ αἱ συλλαβαὶ εἰς στοιχεῖα. πρώτη τοίνυν ἐστὶν ἡ διαιρετική, δευτέρα ἡ ὁριστική, τρίτη ἡ ἀποδεικτικὴ καὶ τετάρτη ἡ ἀναλυτική· δεῖται γὰρ ἡ ὁιστικὴ τῆς διαιρετικῆς· εἰ μὴ γὰρ προηγήσηται ἡ διαίρεσις, ὁ ὁρισμὸς οὐ γίνεται. πάλιν δὲ εἰ μὴ προκατασκευσθῇ ὁ ὁρισμός, οὐ δύναται χρῆμόνον σθαι αὐτῷ ἡ ἀπόδειξες. ἡ δέ γε ἀναγυτικὴ σκοπὸν ἔχει, ὡς εἴρηται, ἕν τι σύνθετον πρᾶγμα λαβεῖν καὶ τοῦτο ἀναγῦσαι εἰς τὰ ἁπλᾶ, ἐξ ὦν συνε- τέθη, οἶον λαμβάνει ὡς ὄλον τι σύνθετον πρᾶυμα τὸν Σωχράτην καὶ δι- αιπεῖ αὐτὸν εἰς χεῖρας καὶ πόδας καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος χω- ροῦσα μέχρις αὐτῶν τῶν στοιχείων. Τούτων οὕτως ἐχόντων σομβάλλεται ἡμῖν εἰς τὴν διαιρετικήν, ἐπειδὴ τρία τινὰ συγκροτεῖ τὴν διαίρεσιν, τὸ διαιρούμενον, τὸ διαιροῦν, τὰ διαιπε- θέντα· αἶον τὸ διαιρούμενον διαίρεσιν, τά ξύλα, τὸ διαιροῦν ὁ πρίων, τὰ διαιρεθέντα αἱ σανίδες. οὕτως κἀνταῦθα διαιπούμενον μὶν τὸ γένος, διαιροῦν δὲ ἡ δια- φορά, τὰ διαιρεθέντα εἴδη· γένη δὲ καὶ διαφορὰς καὶ εἴδη ἐνταῦθα διδα- σκόμεθα, πῶς οὐκ ἄν εἴη χρήσιμον; καὶ εἰς τὴν όριστικὴν δὲ συμβάλλεται ἡμῖν τὸ παρὸν βιβλίον, εἴ γε ἐκ τῶν διαιρέσεων οἱ ὁρισμοί. ἀλλὰ καὶ εἰς τὴν ἀποδεικτικήν, εἴ γε τὤν ἀποδείξεων ἀρχαῖ οἱ ὁρισμοί. ἀλλᾶ καὶ εἰς τὴν άναλυτικήν, εἴ γε ἡ ἀναλυτικὴ ἀπόδειξές ἐστι ἀντεστραμμένη- οὕτως μὲν εἰς τὰς τέσσαρας διαγεκτικὰς μεθόδους· ἀλλὰ καὶ εἰς τὰς’ Αριστοτέλους καὶ τῶν ἄλλων Κατηγορίας· αὖται γάρ, οὖτινος ἄν ὦσι γένη, γενικώτατά εἰσι· γένη δὲ γενικώτατα γνῶναι οὐ δυνατὸν αὐτὸ τοῦτο τί ἐστι γένος ἀγνοοῦντας· γένη δὲ ἐνταῦθα διδασκόμεθα, πῶς οὐκ ἄν εἴη χρήσιμον; ἀλλ’ ἐπειδὴ τὰ γένη εἰς εἴδη διαιρεῖται διὰ μέσου τῶν διαφορῶν, διαφορὸς δὲ καὶ εἴδη ἐνταῶθα διδασκόυεθε, πῶς οὐκ ἂν εἴη χρήσιμον τὸ παρὸν βιβνίον; ἀλλ’ ἐπειδὴ αἰ κατηγορίαι γένη γενικώτατα οὖσαι οὐχ ὁρίζονται, ἀγαπητὸν κἂν διὰ τῶν ἰδίων αὐτὰς ὑπουράψαι· ἴδιον δὲ ἐνταῦθα |διδασκιόμεθα, πῶς οὐ κρήσιμον; ἀλλ’ ἐπειδὴ δέκα οὐσῶν κατηγοριῶν μία μόνη οὐσία, αἱ δὲ λοιπαὶ συμβεβηκότα, πῶς οὐ τὸ πολὺ μέρος εἰς τὸ συμβεβηκὸς συν- τελεῖ; διαγέγεται γὰρ καὶ περὶ συμβεβηκότος. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. Πρᾶξις ιε΄ . Μετὰ τὸ εἰπεῖν ἡμᾶς τὸν δκοπὸν καὶ τὸ χρήσιμον, ἔγθωμεν καὶ τὸ χρήσιμον, ἔλθωμεν καὶ ἐπὶ τὰ λοιπὰ τῶν κεραλαίων καὶ εἴπωμεν τὸ τρίτον κεφάλαιον, τοὐτ’ ἔστι τὴν τάξιν. δεῖ τὸ παρὸν βιβλίον πρὸ τῶν Κατηγοριῶν ἀναλέγεσθαι, εἴ γε ἐν- ταῶθα τὰς φωνὰς διδασκόμεθα, ἐκεῖ δὲ τὰ πράυματα, προηγεῖται δὲ ἀεὶ ἡ γνῶσις τῶν φωνῶν τῆς γνώσεως τῶν πραγμάτων. αὕτη μὲν Εἰσαγωγή, ἐπειδὴ ἡ γνῶσις τῶν φωνῶν εἰσαγωγή ἐστι τἠς γνώσεως τῶν πραγμάτων. χρὴ δὲ ζητῆσαι τίνος χάριν ριλοσοφίας γράρων εἰσαγωγὴν ἀπροσδιορίστως ἐπέγραψε, μὴ δηλώσας τίνος ἐστὶν εἰσαγωγή. καὶ λέγομεν τούτου δύο αἰ- τίας· μίαν μέν, ὅτι πρέπει τοῖς ἐξέχουσι τῶν πραγμάτων τὸ ἀπροσδιόρι- στον· οὕτω γοῦν ‘ὁ ποιητής’ ἀκούσαντες ‘Ομήρου ἔννοιαν ἔχομεν ὠς προὔχοντος τὤν ἄλλων καὶ ‘ὁ ῥήτωρ’ ἀκούσαντες Δημοσθένους ἔννοιαν λαμβάνομεν. δευτέραν δέ, ὅτι εἰσαγωγὴ οὖσα φιλοσοφίας ἡ παροῦσα καὶ ἐπιστήμης κοινῶς ἐστιν εἰσαγωγή. αὕτη μὲν ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐπ’ οἷς εἴπωμεν τὸ γνήσιον. γνήσιον τοίνυν πολυειδῶς ἐστι Πορφυρίου τὸ παρὸν βιβλίον, ἐκ τῶν ἐνθυμάτων καὶ ἐκ τῆς πρὸς ἄλλας πραγματείας ὁμοιότητος· οὐ γὰρ μόνον ἡ παροῦσα πραγματεία αὐτῷ γέγραπιαι πρὸς Χρυσαόριον, ἀλλὰ καὶ ἄλλαι, οἷον τὸ Περὶ διαστάσεως Πλάτωνος καὶ Ἀριστοτέλους· παιδεύνοτος γὰρ τοῦ Πορφυρίου ἐν Ῥώμῃ τὸν Χρυσαόριον τὰ μαθηματικὰ τὰ πρῶτα φέροντα τῆς ἐκεῖσε γερουσίας (ἀπόγονος γὰρ ἦν Συμμάχου ἐκείνου, εἰς ὃν εἴρηται Σύμμαχε Συμμαχίδη, πολυσόμμαχε, σύμμαχε Ῥώμης), καὶ ἀποδημήσαντος αὐτοῦ Πορφυρίου ἐν Σικελίᾳ διὰ τοὺς ἐν τῇ Αἴτνῃ τοῦ πυρὸς κρατῆρας, διότι δεῖ τὸν φιλόσοφον φιλοθεάμονα εἶναι τῶν τῆς φύσεως ἔργων, σχολάσας ὁ Χρυσαόριος ἀπὸ τῶν | μαθημάτων ἐνέτυχε ταῖς Ἀριστοτέλους Κατηγορίαις καὶ μὴ δυνηθεὶς νοῆσαι αὐτὰς ἐπιστέλλει τῷ Πορφυρίῳ ἢ τὴν ταχίστην ἐπανελθεῖν καὶ ἐξηγήσασθαι αὐτῷ τὰς αὐτὰς Κατηγορίας ἢ γράψαι αὐτῷ ὑπόμνημα· καὶ αἱρεῖται ὁ Πορφύριος τὸ δεύτερον καὶ γράφει αὐτῷ τὴν παροῦσαν πραγματείαν, οἷον ὑπόμνημα οὖσαν Κατηγοριῶν. Ἐφ’ οἷς εἴπωμεν τὴν εἰς τὰ κεφάλαια τοῦ βιβλίου διαίρεσιν. διαιρεῖται τοίνυν τὸ παρὸν βιβλίον εἰς τρία. καὶ ἐν μὲν τῷ πρώτῳ τμήματι τὴν οὐσίαν τῶν πέντε φωνῶν ὑπογράφει, ἐν δὲ τῷ δευτέρῳ κοινῶς τὰς διαφορὰς αὐτῶν λέγει καὶ τὰς κοινωνίας, καὶ ἐν τῷ τρίτῳ ἰδίᾳ ἑκάστην συγκρίνει ταῖς λοιπαῖς, παραδιδοὺς τοῦ γένους καὶ τῆς διαφορᾶς τὰς κοινωνίας καὶ τὰς διαφοράς, εἶτα τοῦ γένους καὶ τοῦ εἲδους καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. μετὰ ταῦτα ὁ τρόπος λεγέσθω τῆς διαδασκαλίας. παντὶ τοίνυν κέχρηται τρόπῳ, ὁριστικῷ μὲν ὑπογράφων τὰς φωνὰς, διαιρετικῷ δὲ διαιρῶν αὐτὰς εἰς τὰ οἰκεῖ σημαινόμενα, ἀποδεικτικῷ ἡνίκα ἀποδείκνυσι τὰς διαφορὰς δυνάμει οὔσας ἐν τῷ γένει καὶ οὐκ ἐνεργείᾳ, ἀναλυτικῷ δὲ ὅτε τὰς διαφορὰς τῶν πέντε φωνῶν λέγει· ἡ γὰρ διαφορὰ διάκρισίς ἐστι καὶ οἷον ἀνάλυσις. ἀνάγεται δὲ ὑπ’ οὐδὲν μέρος τῆς φιλοσοφίας, ἀλλ’ ὑπὸ τὸ ὄργανον αὐτῆς, φημὶ τὴν λογικήν, ὡς δειχθήσεται σὺν θεῷ ἐν τῇ Ἀποδεικτικῇ.

---

Elias Neoplatonicus, In Porphyrii isagogen, ed. Adolf Busse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4020.tlg001.local001/.
