# empedocles_diels_ppf 106.6

Empedocles, empedocles_diels_ppf, 106.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/106.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/106.6

48. PLATO leg. X 889B πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασί [Empedocles tangit], τέχνῃ δὲ οὐδὲν τούτων, καὶ τὰ μετὰ ταῦτα αὐ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης ἀστρῶν τε πέρι, διὰ τούτων γεγοινέναι παντελῶς ὄντων ἀψύχων. τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἕκαστα ἕκάστων ἢ ξυμπίπτουχεν ἀρμόττοντα οἰκείως πως, θερμὰ ψυχροῖς ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλαχὰ πρὸς σκληρά, καὶ πάντα ὅποσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ ἀνάγκης συνεχεράσθη ταύτῃ καὶ κατὰ ταῦτα οὕτω γεγεννηκέναι τὸν τε οὐρανὸν ὅλον καὶ πάντα ὅποσα κατ' οὐρανόν, καὶ ζωία αὐ καὶ φυτὰ ξύμπαντα, ὧρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ διὰ νοῦν, φασίν, οὐδὲ διὰ τινα θεὸν οὐδὲ διὰ τέχνην, ἀλλὰ ὁ λέγομεν, φύσει καὶ τύχῃ.

---

Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001199.
