# empedocles_diels_ppf 116.3

Empedocles, empedocles_diels_ppf, 116.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/116.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/116.3

16 ἀλλὰ μὴν οὐδὲ τὴν ἡδονὴν καὶ λύπην ὁμολογουμένως ἀποδίδωσιν ἡδεσθαι μὲν ποιῶν τοῖς ὁμοίοις, λυπεῖσθαι δὲ τοῖς ἐναντίοις· ‘ἔχθρα’ γὰρ εἶναι, διότι ‘πλεῖστον — ἐκμακτοῖσιν’ [fr. 22, 6. 7]. αἰσθήσεις γὰρ τινὰς ἢ μετ’ αἰσθήσεως ποιοῦσι [Anaxagoram simul intellegere videtur cf. § 17] τὴν ἡδονὴν καὶ τὴν λύπην, ὥστε οὐχ ἅπασιν γίνεται τοῖς ὁμοίοις. ἔτι εἰ τὰ συγγενῆ μάλιστα ποιεῖ τὴν ἡδονὴν ἐν τῇ ἀφῇ, καθάπερ φησί, τὰ σύμφυτα μάλιστα ἂν ἡδοῖτο καὶ ὅλως αἰσθάνοιτο· διὰ τῶν αὐτῶν γὰρ ποιεῖ τὴν αἴσθησιν καὶ τὴν ἡδονήν. καὶ τοὺ πολλάκις αἰσθανόμενοι λυποῦμεθα κατ’ αὐτὴν τὴν αἴσθησιν, ὡς <δ’> Ἀναξαγόρας φησίν, ἀεὶ· πᾶσαν γὰρ αἴσθησιν εἶναι μετὰ λύπης. ἔτι δ’ ἐν ταῖς κατὰ μέρος· συμβαίνει γὰρ τῷ ὁμοίῳ γίγνεσθαι τὴν γνῶσιν· τὴν γὰρ ὀφρὶν ὅταν ἐκ πυρὸς καὶ τοῦ ἐναντίου συστήσῃ, τὸ μὲν λευκὸν καὶ τὸ μέλαν δύνατ’ ἂν τοῖς ὁμοίοις γνωρίζειν, τὸ δὲ φαῖον καὶ τὰ ἄλλα χρώματα τὰ μεικτὰ πῶς; οὔτε γὰρ τοῖς τοῦ πυρὸς οὔτε τοῖς τοῦ ἰδωτοῦ πόροις οὔτ’ ἄλλοις ποιεῖ κοινοῖς ἐξ ἀμφοῖν· ὁρῶμεν δ’ οὐδὲν ἧττον ταῦτα τῶν ἀπλῶν.

---

Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001199.
