# empedocles_diels_ppf 117.3

Empedocles, empedocles_diels_ppf, 117.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/117.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/117.3

ἀλλὰ περὶ μὲν τὴν ἀκοὴν ὅταν ἀποδῷ τοῖς ἔσωθεν γίνεσθαι ψόφους, 21 ἄτοπον τὸ οἴεσθαι δῆλον εἶναι πῶς ἀκούουσι, ἐνδὸν ποιήσαντα ψόφον ὥσπερ κώδωνος. τῶν μὲν γὰρ ἔξω δι᾽ ἐκείνον ἀκούομεν, ἐκείνου δὲ ψοφοῦντος διὰ τί; τοῦτο γὰρ αὐτὸ λελήπτει ζητεῖν. ἀτόπως δὲ καὶ τὸ περὶ τὴν ὀσφρασιν εἴρηκεν. πρῶτον μὲν γὰρ οὐ κοινὴν αἰτίαν ἀπέδωκεν· ἔνια μὲν γὰρ ὅλως οὐδ᾽ ἀναπνεῖ τῶν ὀσφραινομένων. ἔπειτα τὸ μάλιστα ὀσφραίνεσθαι τοὺς πλεῖστον ἐπισπωμένους εὐήθες· οὐδὲν γὰρ ὄφελος μὴ ὑγιαίνουσης ἢ μὴ ἐνεωγμένης πως τῆς αἰσθήσεως. πολλοῖς δὲ συμβαίνει πεπρωσθαι καὶ ὅλως μηδὲν αἰσθάνεσθαι. πρὸς δὲ τούτοις οἱ δύσπνοοι καὶ οἱ πονοῦντες καὶ οἱ καθεύδοντες μᾶλλον ἂν αἰσθάνοιντο τῶν ὀσμῶν· τῶν πλεῖστον γὰρ ἔχουσιν ἀέρα. νῦν δὲ συμβαίνει τοῦναντίον. οὐ γὰρ ὅσως καθ᾽ αὐτὸ τὸ ἀναπνεῖν αἴτιον τῆς ὀσφρήσεως, 22 ἀλλὰ κατὰ συμβεβηκός, ὡς ἐκ τε τῶν ἄλλων ζώων μαρτυρεῖται καὶ διὰ τῶν εἰρημένων παθῶν· ὁ δ᾽ ὡς ταύτης οὖσης τῆς αἰτίας καὶ ἐπὶ τέλει πάλιν εἴρη-κεν ὥσπερ ἐπισμαινούμενος ἄδε — ὀσμῶν [fr. 102]. οὐχ ἄλλθες (δὲ) οὐδὲ τὸ μάλιστα ὀσφραίνεσθαι τῶν κοίφων, ἀλλὰ δεῖ καὶ ὀσμὴν ἐνπάρχειν. ὁ γὰρ ἀὴρ καὶ τὸ πῦρ κοινώτατα μέν, οὐ ποιοῦσι δὲ αἰσθησιν ὀσμῆς.

---

Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001199.
