# empedocles_diels_ppf 119.7

Empedocles, empedocles_diels_ppf, 119.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/119.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/119.7

99 PLATO Phaedr. 248 C [imitatio Καθαρμοῦ cf. fr. 115] θεσμός τε Ἀθραστείας ὁδε· ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς γενομένη κατἰδὴ τι τῶν ἀληθῶν, μέχρι τε τῆς ἑτέρας περιόδου εἶναι ἀπήμονα, κἂν ἀεὶ τοῦτο δύνηται ποιεῖν, ἀεὶ ἄβλαβὴ εἶναι. ὅταν δὲ ἀδυνατήσασα ἐπισπίσθαι μὴ ἴδῃ, καὶ τινὶ συντυχίᾳ χρησαμένη λήθης τε καὶ κυχίας πλησθεῖσα βαρινῆ, βαρυνθεῖσα δὲ πτεροφρύσησι τε καὶ ἐπὶ τὴν γῆν πέσῃ, τότε νόμος ταύτην μὴ φυτεύεσθαι εἰς μηδεμίαν θηρείων φύσιν ἐν τῇ πρώτῃ γενέσει, ἀλλὰ τὴν μὲν πλεῖστα ἰδοῦσαν εἰς γονὴν ἀνδρὸς γενησόμενον φιλόσοφον ἢ φιλοκάλον ἢ μουσικὸν τινος καὶ ἔρωτικόν, τὴν δὲ δευτέραν εἰς βασιλέως ἐννόμον ἢ πολεμικοῦ καὶ ἀρχικοῦ, τρίτην εἰς πολιτικοῦ ἢ τινος οἰκονομικοῦ ἢ χρηματιστικοῦ, τετάρτην εἰς φιλοπόνον γυμναστικοῦ ἢ περὶ σώματος ἄσιν τινα ἐσομένου, πέμπτην μαντικὸν βίον ἢ τινα τελεστικὸν ἐξονσαν· ἕκτην ποιητικὸς ἢ τῶν περὶ μίμησιν τις ἄλλος ἀρμόσει, ἕβδομη δημορ-

---

Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001199.
