# empedocles_diels_ppf 145.13

Empedocles, empedocles_diels_ppf, 145.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/145.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/145.13

οὔτε τί πω μελέων ἑρατὸν δέμας ἐμγαίνοντας οὔτ’ ἐνοπὴν οἴον τ’ ἐπιχώριον ἀνδράσι γνῖον. ταῦτα οὖν εἰπόντος τοῦ Ἐμπεδοκλέους ἐφίστησιν (Arist.), ὅτι καὶ αὐτὸς (Emp.) ὡς ἔοικε σπέρμα πρὸ τῶν ζώων γεγονέναι φησί. καὶ τὸ ‘οὐλοφυὲς μὲν πρῶτα’ παρ’ αὐτοῦ εἰρημένον σπέρμα ἦν οὔπω μελέων ἐρατὸν δέμας ἐμπαίνον... εἰ δὲ τὸ σπέρμα ἦν θαυμαστῶς μοι δοκεῖ τὸ ‘οὐλοφυὲς’ αὐτῷ ἐπιπρέπειν. οὐλοφυὲς γὰρ ἐκεῖνο κυρίως ἐστίν, ὁ καθ’ ὅλον ἑαυτὸ πᾶν ἔστιν ὅπερ ἂν ἔστι [ν ἢν conieci] μήπω γενομένης ἐν αὐτῷ διακρίσεως (cf. Philop. ad Ar. I. 319, 29) 3 Arist. Phys. B 8. 199b⁷ ἐτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῷα καὶ τὸ ‘οὐλοφυὲς μὲν πρῶτα’ σπέρμα ἦν. ἐτι καὶ ἐν τοῖς φυτοῖς ἔνεστι τὸ ἕνεκα τού, ἧττον δὲ διήρθηται. πότερον οὖν καὶ ἐν τοῖς φυτοῖς ἐγένετο ὥσπερ τὰ βουγενῆ ἀνθρώπωρα [fr. 61, 2] οὕτω καὶ ‘ἀμπελογενῆ ἐλαιόπωρωρα’ ἢ οὔ; ἀτοπον γάρ. ἀλλὰ μὴν ἔδει γε, εἴπερ καὶ ἐν τοῖς ζώοις.

---

Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001199.
