# empedocles_diels_ppf 159.1-160.15

Empedocles, empedocles_diels_ppf, 159.1 to 160.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/159.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/159.1

ὧδε δ᾽ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λίφαιμοι σαρκῶν σύριγγες πνύματον κατὰ σῶμα τέτανται, καὶ σφιν ἐπὶ στομίοις πυκναῖς τέτρηται ἀλοξὶν ζινῶν ἕοχατα τέρθρα διαμπερές, ὥστε φόνον μέν 5 κεῦθειν, αἰθέρι δ᾽ εὐπορίην διόδοισι τεμιῆσθαι. ἐνθεν ἐπειδ᾽ ὅποταν μὲν ἀπαίξη τέρεν αἵμα, αἰθήρ παγλαζὼν καταίσεται οἴδατι μάργωι, εἰτε δ᾽ ἀναθρῴσχηι, πάλιν ἐκπνέει, ὥσπερ ὅταν παῖς χλεψύδηρι παίζησι διειπετέος χαλκοῦ· 10 εἴτε μὲν αὐλοῦ πορθμὸν ἐπ᾽ εὐειδεὶ χειρὶ θεῖσα εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυρέοιο, οὐδ᾽ ἐτ᾽ ἐς ἄγγοσδ᾽ ὀμβρος ἐσέρχεται, ἀλλὰ μιν εἴργει ἀέρος ὄγκος ἕσωθε πεσὼν ἐπὶ τρήματα πυκνά, εἰσὸχ᾽ ἀποστεγάζηι πυκνινὸν ῥόον· αὐτὰρ ἔπειτα 15 πνεύματος ἐλλείποντος ἐσέρχεται αἴσιμον ὕδωρ. ὡς δ᾽ αὐτὸς ὧδ᾽ ὕδωρ μὲν ἔχει κάτω βένθεα χαλκοῦ πορθμοῦ χωσθέντος βροτέωι χροὶ ἤδε πόροιο, αἰθήρ δ᾽ ἔκτος ἕσω λελιμμένος ὀμβρον ἐρύκει ἄμφι πύλας ἰσθμοῖο δυσσχέος, ἄκρα κρατύνων, 20 εἰσὸχε χειρὶ μεθήι· τότε δ᾽ αὖ πάλιν, ἔμπαλιν ἢ πρὶν, πνεύματος ἐμπίπτοντος ὑπεκθέει αἴσιμον ὕδωρ. ὡς δ᾽ αὐτὸς τέρεν αἵμα κλαδασσόμενον διὰ γνιῶν ὁπότὲ μὲν παλίνορσον ἀπαίξειε μυγόνδε, αἰθέρος εὐθὺς δέῦμα κατέρχεται οἴδματι Θῶν, 25 εὔτε δ᾽ ἀναθρῴσκη, πάλιν ἐκπνέει ἴσον ὀπίσω. 1. 2 PLUT. de curios. 11 p. 520E καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἕωσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀσμὴν, ἀλλὰ τοῖς ὀντήσιν ἔλκους καὶ ἀναχρούνουσι καθαροὺς αὐτῶν φιλάττοντες καὶ ἀκρατον τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵν᾽ εἰτονώτερον ἐμφύηται τοῖς ἰχνεσὶ τέρματα - ἐρευν- νῶν, οὕτω κτλ. IDEM quaest. nat. 23 p. 917E πότερον αἱ κύνες, ὡς φασιν ὁ Ἐ. κέμματα - ἐρευνῶσαι τὰς ἀπορροὰς ἀναλαμβάνουσιν, ὅς ἐναπολείπει τὰ θηρία τῇ ὕλῃ, ταύτας δὲ τοῦ ξαρος ἐξαμαρτοῦσι καὶ συγχέουσιν αἱ πλείσται τῶν φυτῶν καὶ τῶν ἰλημάτων ὀσμαὶ κτλ. 2 ALEX. q. f. problem. III 102 (p. 22, 7 Usen.) quaerens διὰ τί αἱ κύνες οὐκ ὀσφραίνονται τῶν ἰχνῶν, ὅταν ἀποθάνῃ θασύπους: ζῶντος μὲν οὖν διὰ τὸ συνεχῆ εἶναι τὴν ὀσμὴν ἀπὸ τοῦ θηρίου αἰσθάνονται, τεθνεῶτος δὲ πέπανται ὁίουσα· οὐ γὰρ καταλείπει,

---

Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001199.
