# empedocles_diels_ppf 181.4

Empedocles, empedocles_diels_ppf, 181.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/181.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/181.4

βανβώ. HESYCH. βανβώ: τιθήνη Δήμητρος. σημαίνει δὲ καὶ κοιλίαν ὡς παρ’ Ἐμπεδοκλεῖ. PLUT. de esu carn. I 2 p. 993 C [fortasse e Posidonio cf. Schmekel Mittel- stoa 2584] ἢ τοὺς μὲν πρώτους ἐκείνους ἐπιχειρήσαι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι πᾶς εἶναι [πᾶσαν καὶ codd.: correxi] τὴν ἀπορίαν· οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες οἱδ’ ἐν περιοισίαι τῶν [τῶι codd.: correxi] ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμμίλους ἐπὶ ταύτ’ ἤλθον, ἀλλ’ ἐποιεῖν ἂν αἰσθήσιν ἐν τῶι παρόντι καὶ φωνὴν λαβόντες· ὦ μακάριοι καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ἡμεῖς, οἷον βίον λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλήρον ἀγαθῶν ἀφθονον, ὅσα φύεται ὑμῖν, ὅσα τρυγᾶται, ὅσον πλοῦτον ἐκ πεδίων, ὅσα ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν. ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μαινομένοις. ἡμᾶς δὲ σπιθρωπότατον καὶ φοβερώτατον ἐδείξατο βίον καὶ χρόνον μέρος, εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ἀπὸ τῆς πρώτης γενέσεως ἀπορίαν· ἐτι μὲν οὐρανὸν ἔκρυπτεν ἀήρ καὶ ἄστρα θολερῶι καὶ δυσδιαστατοῦντι πεφωγμένα ὑγρῶι καὶ πυρὶ καὶ ζάλαις ἀνέμων, οὔπω δ’ ἥλιος ἴδρυτο ἀπλανὴ καὶ βέβαιον ἔχων δρόμον ἤω

---

Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001199.
