# empedocles_diels_ppf 96.6

Empedocles, empedocles_diels_ppf, 96.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/96.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/96.6

77 ἐδόκει δ’ αὐτῷ τάδε· στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἄερα· Φιλίαν τε ἥμι συγκρίνεται καὶ Νεῖκος ᾧ διακρίνεται. φησὶ δ’ οὕτω· ‘Ζεὺς — βρότειον’ [fr. 6, 2. 3], Δία μὲν τὸ πῦρ λέγων, Ἥρην δὲ τὴν γῆν, Αἰδωνέα δὲ τὸν ἄερα, Νῆστιν δὲ τὸ ὕδωρ. ‘καὶ ταῦτα, φησίν, ἀλλάττοντα — λήγει’ [fr. 17, 6], ὡς ἂν αἰδίου τῆς τοιαύτης διακοσμῆσεως οὔσης· ἐπιφέρει γοῦν· ‘ἄλλοτε — ἐχθεῖ’ [fr. 17, 7. 8]. καὶ τὸν μὲν ἥλιον φησὶ πυρὸς ἀθροίσμα μέγα καὶ τῆς σελήνης μειζῶ· τὴν δὲ σελήνην δισχοειδῆ, αὐτὸν δὲ τὸν οὐρανὸν κρυσταλλοειδῆ. καὶ τὴν ψυχὴν παντοία εἴδη ζῴων καὶ φυτῶν ἐνδύεσθαι· φησὶ γοῦν· ‘ἥδη — ἰχθύς’ [fr. 117].

---

Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001199.
