# Epigramma 1.77-123

Empedocles, Epigramma, 1.77 to 1.123. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/epigramma/1.77
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/epigramma/1.77

τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνάς οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις. Crates. Παίγνια inscripsi has reliquias, quo nomine satis commeode veteres omnia Cratetis poematia comprehendisse videntur, cf. fr. 1 et 7. — Fr. 1. Iulian. Or. VI 199 C: ἵνα δὲ μήτις ὑπολάβῃ με ταῦτα ἄλλως λέγειν, ἐκ τῶν παιγνίων Κράτητος ὀλίγα σοὶ παραγράψω· Μνημοσύνης καὶ Ζηνὸς κτλ. Eadem leguntur ibid. VII 213 B. — V. 1. Cf. Solon. Eleg. 13 v. 1 seqq. — V. 3. ἐμῇ, priore loco ἀεί. — συνεχῶς, altero loco συνεχῆ. — ἦτε μοι αἰεὶ χωρὶς δουλοσύνης, altero loco: καὶ δότε χωρὶς δουλοσύνης, ἢ δή, unde Hartung καὶ δότε χωρὶς δουλοσύνης αἰεὶ λιτὸν ἔχειν βίοτον. — V. 6. ὄλβον, priore l. οἷτον. — V. 8. ἀγινεῖν, altero l. ἀσινῆ. Πολλοῖς ἀντιλέγειν μὲν ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ’ ἀντιλέγειν, οὐκέτι τοῦτ’ ἐν ἔθει· καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός, „σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.‘ τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας. φεύγοντας γαίης ἔκτοθι Δωτιάδος. Οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν ἄνδρες, ὅτ’ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις. Δωρίδος ἐκ μητρὸς Φοίβου κοινώμασι βλαστών. χαῖρε, Νεοκλείδα δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶν πατρίδα δουλοσύνας ῥύσαθ', ὁ δ' ἀφροσύνας. Τὴν ψυχήν, Ἀγάθωνα φιλῶν, ἐπὶ χείλεσιν ἔσχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη. Ἀγνὲ θεῶν πρέσβισθ’ ἑκατηβόλε. Τὸν σὲ χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου, τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον, Ἀβροδίαιτος ἀνήρ, ἀρετὴν δὲ σέβων τάδ’ ἔγραψεν Παρράσιος, κλεινῆς πατρίδος ἐξ Ἐφέσου. οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὃς ᾧ μ’ ἔφυσε γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης. Ὦ Θεόδωρε δέχου τήνδε προπινομένην τὴν ἀπ’ ἐμοῦ ποίησιν· ἐγὼ δ’ ἐπιδέξια πέμπω σοὶ πρώτῳ χαρίτων ἐγκεράσας χάριτας. καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόσιθι, συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος.

---

Empedocles, Epigramma. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001200.
