# Epigramma 16

Empedocles, Epigramma, 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/epigramma/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/epigramma/16

Οὐκ οἶσθα, πήρα δύναμιν ἡλίκην ἔχει θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν. Εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίας· πάντας δ’ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι, πυκιναῖς χερμάσι βαλλομένη· δένδρεσιν εὐκάρποις οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν. [3.] Ἐπὶ Αἴαντος τοῦ Ὀιλέως, κειμένου ἐν Μυκόνῳ τῇ νήσῳ. Ἐνθάδε τὸν Λοκρῶν ἡγήτορα γαῖα κατέσχεν, Αἴαντ’ Οἰλιάδην ἐν πελάγει φθέμενον. Ἐλθὼν Εὐλεῖος πηγὰς ἔπι δινήεντος. Ἔστιν μοι Μάγνης ἐννεάμυκλος ὄνος.

---

Empedocles, Epigramma. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001200.
