# Testimonia 1.168.1

Empedocles, Testimonia, 1.168.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/1.168.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/1.168.1

ἄκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει.’ τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι. (66) ὕστερον δ’ ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστῶς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὁ γέ τοι Τίμαιος ἐν τῇ ἰα καὶ ἰβ [fehlt FHG] (πολλάκις γὰρ αὐτοῦ μνημονεύει) φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν τε τῇ πολιτείᾳ (καὶ ἐν τῇ ποιήσει· ὅπου μὲν γὰρ μέτριον καὶ ἐπικικ) φαίνεσθαι, ὅπου δὲ ἀλαζόνα καὶ φιλαντον [ἐν τῇ ποιήσει]· φησὶ γοῦν· ‘χαίρεστ’ — πωλεῦμαι· καὶ τὰ ἕξης [B 112, 4. 5]. καὶ δὴ τὸν χρόνον ἐπηδύμει Ὀλυμπιασιν, ἐπιστροφῆς ἡξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνειᾶν γίγνεσθαι ἐν ταῖς ὁμιλίας τοσαύτην ὅσην Ἐμπεδοκλέους. (67) ὕστερον μέντοι τοῦ Ἀκράγαντος οἰκιζομένου[?] ἀντέστησαν αὐτοῦ τῇ καθόδῳ οἱ τῶν ἐχθρῶν ἀπόγονοι· διόπερ εἰς Πελοπόννησον ἀποχωρήσας ἐτελεύτησεν. οὐ παρῆκε δ’ οὐδὲ τοῦτον ὁ Τίμων [fr. 42 Diels; vgl. 21 A 43], ἀλλ’ ὑπ’ αὐτοῦ καθάπτεται λέγων·

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
