# Testimonia 1.169.1

Empedocles, Testimonia, 1.169.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/1.169.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/1.169.1

νυκτα καὶ ἀρρῶν οὐκ ἔχειν ἐν Ἀκράγαντι· Παιυσανίαν τε μνημεῖον , πεποιημένα τοῦ φίλου, τοιούτου διαδοθέντος λόγου, ἡ ἀγαλματίον τι ἡ σηκὸν οἷα θεοῦ· καὶ γὰρ πλούσιον εἶναι. πῶς οὖν, φησίν, εἰς τοὺς κρατήρας ἤλατο ὧν σύνεργος ὧντων οὐδὲ μνείαν ποτὲ ἐπεποιήτο: τετελεύτηκεν οὖν ἐν Πελοποννήσῳ. 72 οὐδὲν δὲ παράδοξον τάφον αὐτοῦ μὴ φαίνεσθαι· μηδὲ γὰρ ἄλλων πολλῶν· τοιαύτα τινα εἰπὼν ὁ Τίμαιος ἐπιφέρει· ἄλλα διὰ παντὸς ἐστὶν Ἡρακλείδης τοιούτος παραδοξόλόγος, καὶ ἐκ τῆς σελήνης πεπτωκένα ἀνθρώπων λέγων. Ἱππόβοτος δὲ φησὶν ὅτι ἀνδρίας ἐγκεκαλυμμένος Ἐμπεδοκλέους ἐκεῖτο πρότερον μὲν ἐν Ἀκράγαντι, ὕστερον δὲ πρὸ τοῦ Ῥωμαίων βουλευτηρίου ἀκάλυφος, δηλονότι μεταθέντων αὐτὸν ἐκεῖ Ῥωμαίων. γραπτὰ μέν γὰρ εἰκόνες καὶ νῦν περιφέρονται. Νεάνθης δὲ ὁ Κυζικηνὸς ὁ καὶ περὶ τῶν Πυθαγορικῶν εἰπὼν φησι [FHG III 6 fr. 22] Μέτωνος τελευτήσαντος τυραννίδος ἀρχὴν ὑποφύεσθαι· εἶτα τὸν Ἐμπεδοκλέα πείσαι τοὺς Ἀκραγαντίνους παύσασθαι μὲν τῶν στάσεων, ἰσότητα δὲ πολιτικὴν ἄσκειν. 73 ἐπὶ τε πολλὰς τῶν πολιτῶν ἀτροikoὺς ὑπαρχούσας αὐτὸν προεῖσθαι διὰ τὸν παρόντα πλοῦτον· διὸ δὴ πορφύραν τε ἀναλαβεῖν αὐτὸν καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρίνος ἐν Ἀπομνημονεύμασιν, ἐπὶ τ᾽ ἐμβύτας χαλκὰς καὶ στέμμα Δελφικόν. κόμη τε ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι· καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφ᾽ ἑνὸς σχήματος ἦν. τοιούτος δὴ προῆει, τῶν πολιτῶν ἐντυχόντων καὶ τοῦτο ἀξιωσάντων οἴονε βασιλείας τινὸς παράσημον. ὕστερον δὲ διὰ τινα πανήγυριν πορευόμενον ἐπ᾽ ἀμᾶξης ὡς εἰς Μεσσήνην πεσεῖν καὶ τὸν μηρὸν κλάσαι· νοσήσαντα δ᾽ ἐκ τούτου τελευτῆσαι ἐτῶν ἑπτὰ καὶ ἑβδομήκοντα. εἶναι δ᾽ αὐτοῦ καὶ τάφον ἐν Μεγάροις. 74 περὶ δὲ τῶν ἐτῶν Ἀριστοτέλης διαφέρει· φησὶ γὰρ ἐκείνους ἑξήκοντα ἐτῶν αὐτὸν τελευτῆσαι· οἱ δὲ ἐννέα καὶ εκατὸν [vgl. § 58]. ἠκμαζε δὲ κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστήν Ὀλυμπιάδα [414/1]. Δημήτριος δ᾽ ὁ Τροϊζήνιος ἐν τῷ Κατὰ σοφιστῶν βιβλίῳ [FHG IV,383] φησὶν αὐτὸν καθ᾽ Ὀμηρον [λ 278], ἀμάμενον βρόχον αἰπὺν ἀφ᾽ ὑψηλοῦ κρανεῖς αὐχέν᾽ ἀποκρεμάσαι, ψυχὴν δ᾽ Αἴδοδε καταλεῖν. ἐν δὲ τῷ προειρημένῳ [§ 53, 55] Τηλαύγου ἐπιστολίῳ λέγεται αὐτὸν εἰς θάλατταν ὑπὸ γήρως ὀλισθόντα τελευτῆσαι. καὶ ταῦτα μὲν περὶ τοῦ θανάτου καὶ τοσαῦτα. [Folgen zwei Epigramme des Diogenes.] 76 ἐδόκει δ᾽ αὐτῷ τάδε· στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἄέρα· Φιλίαν τε ἡ συγκρίνεται καὶ Νεῖκος ὡς διακρίνεται. φησὶ δ᾽ οὕτω· Ζεὺς — βρότειον [B 6, 2. 3], Δία μὲν τὸ πῦρ λέγων. Ἥρην δὲ τὴν γῆν, Αἰδωνέα δὲ τὸν ἄερα, Νῆστιν δὲ τὸ ὕδωρ. καὶ ταῦτα, φησίν, ἀλλάττοντα — λήγει [B 17, 6], ὡς ἂν αἰδίου τῆς τοιαύτης διακοσμῆσεως οὖσης· ἐπιφέρει γοῦν· ἄλλοτε — ἔχθει [B 17, 7. 8]. 77 καὶ τὸν μὲν ἥλιον φησὶ πυρὸς ἀθροίσμα μέγα καὶ τῆς σελήνης μειζῶ· τὴν δὲ σελήνην δισκοειδῆ, αὐτὸν δὲ τὸν οὐρανὸν κρυσταλλοειδῆ. καὶ τὴν ψυχὴν παντοία εἴδη ζώων καὶ φυτῶν ἐνδύεσθαι· φησὶ γοῦν· ἱδὴ — ἰχθύς [B 117]. τὰ μὲν οὖν Περὶ φύσεως αὐτῷ καὶ οἱ Καθαρμοὶ εἰς ἑπὴ τείνουσι πεντακισχιλία[?]. ὁ δ᾽ ἰατρικὸς λόγος εἰς ἑπὴ ἑξακόσια. περὶ δὲ τῶν τραγωδιῶν προειρήκαμεν [§ 58].

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
