# Testimonia 1.175.3

Empedocles, Testimonia, 1.175.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/1.175.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/1.175.3

33 — I 3,20 D. 286 Ἐ. Μέτωνος Ἀκραγαντῖνος τέτταρα μὲν λέγει στοιχεῖα, πῦρ ἄερα ὕδωρ γῆν, δύο δὲ ἀρχικὰς δυνάμεις, Φιλίαν τε καὶ Νεῖκος, ὧν ἡ μὲν ἐστὶν ἐνωτικὴ, τὸ δὲ διαιρετικόν. φησὶ δὲ οὕτως ᾽τέσσαρα — βρότειον᾽ [B 6]. Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα. Ἥρην δὲ φερέσβιον τὸν ἄερα, τὴν δὲ γῆν τὸν Ἀἰδωνέα· Νῆστιν δὲ καὶ κροῦνυμα βρότειον οἶονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ. Allegor. hom. script. (viell. Plutarchi bei Stob. Ecl. I 10,11b p. 121 W. vgl. Plut. Vit. Hom. 99) Ἐ. Δία μὲν λέγει τὴν ζέσιν τὸν αἰθέρα, Ἥρην δὲ φερέσβιον τὴν γῆν, ἄερα δὲ τὸν Ἀἰδωνέα, ἐπειδή φῶς οἰκεῖον οὐκ ἔχει, ἀλλὰ ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἀστρῶν καταλάμπεται, Νῆστιν δὲ καὶ κροῦνυμα βρότειον τὸ σπέρμα καὶ τὸ ὕδωρ. ἐκ τεσσάρων οὖν στοιχείων τὸ πᾶν, τῆς τούτων φύσεως ἐξ ἐναντίων συννεστώσης, ἐηρότητος τε καὶ ὑγρότητος καὶ θερμότητος καὶ ψυχρότητος, ὑπὸ τῆς πρὸς ἄλληλα ἀναλογίας καὶ κράσεως ἐναπεργαζομένης τὸ πᾶν καὶ μεταβολὰς μὲν μερικὰς ὑπομένουσης, τοῦ δὲ παντὸς λύσιν μὴ ἐπιδεχομένης. λέγει γὰρ οὕτως ᾽ἄλλοτε — ἐχθεῖ᾽ [fr. 17,7. 8]. HIPPOL. Ref. VII 29 nach B 6 [aus Plutarchs Schr. üb. Emped.?, vgl. v 29 p. 144,13] Ζεὺς ἐστὶ τὸ πῦρ, Ἥρη δὲ φερέσβιος ἡ γῆ ἡ φέρουσα τοὺς πρὸς τὸν βίον καρπούς, Ἀἰδωνεύς δὲ ὁ ἀήρ, ὅτι πάντα δι᾽ αὐτοῦ βλέποντες μόνον αὐτὸν οὐ καθορῶμεν, Νῆστις δὲ τὸ ὕδωρ· μόνον γὰρ τοῦτο σχῆμα τροφῆς αἴτιον γινόμενον πᾶσι τοῖς τρεφομένοις, αὐτὸ καθ᾽ αὐτὸ τρέφειν οὐ δυνάμενον τὰ τρεφόμενα. εἰ γὰρ ἔτρεφε, φησίν, οὐκ ἂν ποτε λιμῷ κατελήφθη τὰ ζῷα, ὕδατος ἐν τῷ κόσμῳ πλεονάζοντος ἀεί. διὰ τοῦτο Νῆστιν καλεῖ τὸ ὕδωρ ὅτι τροφῆς αἴτιον γινόμενον τρέφειν οὐκ εὐτονεῖ τὰ τρεφόμενα.

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
