# Testimonia 1.186.2

Empedocles, Testimonia, 1.186.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/1.186.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/1.186.2

5 (18, ἀτόπως δὲ καὶ ὅτι τὰ μὲν ἡμέρας, τὰ δὲ νύκτωρ μᾶλλον ὁρᾶι. τὸ γὰρ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος φθεῖρεται, διὸ καὶ πρὸς τὸν ἥλιον καὶ ὅλως τὸ καθαρὸν οὐ δυνάμεθ' ἀντιβλέπειν. ὥστε ὅσοις ἐνδεέστερον τὸ φῶς, ἧττον ἔχρην ὁρᾶν μεθ' ἡμέραν· ἢ εἴπερ τὸ ὅμοιον συναύξει. καθάπερ φησί, τὸ δὲ ἐναντίον φθεῖρει καὶ κωλύει, τὰ μὲν λευκὰ μᾶλλον ἔχρην ὁρᾶν ἅπαντας μεθ' ἡμέραν καὶ 10 ὅσοις ἔλαττον καὶ ὅσοις πλεῖον τὸ φῶς. τὰ δὲ μέλανα νύκτωρ. νῦν δὲ πάντες ἅπαντα μεθ' ἡμέραν μᾶλλον ὁρῶσι πλὴν ὀλίγων ζώων. τοῦτοις δ' εὐλόγως τοῦτ' ἰσχύειν τὸ οἰκεῖον πῦρ, ὥσπερ ἔνια καὶ τῇ χρόᾳ διαλάμπει μᾶλλον τῆς νυκτός.

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
