# Testimonia 1.195.4-1.197.12

Empedocles, Testimonia, 1.195.4 to 1.197.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/1.195.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/1.195.4

ταῦτα γὰρ ἴσά τε πάντα καὴ ἥλικα γένναν ἕασι, τιμῆς δ’ ἄλλης ἄλλο μέδει, πᾶρα δ’ ἦθος ἐκάστῳι, ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο. 30 καὶ πρὸς τοῖς οὐτ’ ἄρ τέ τι γίνεται οὐτ’ ἀπολήγει· εἰτε γὰρ ἐφθείροντο διαμπερές, οὐκέτ’ ἂν ἦσαν· τοῦτο δ’ ἐπαυξήσειε τὸ πᾶν τί κε καὶ πόθεν ἔλθόν; 20. [335—341 K., 247—253 St.] SIMPL. phys. 1124,9 καὶ γὰρ καὶ ἔνταῦθα τὸ Νεῖκος καὶ τὴν Φιλίαν παρὰ μέρος ἐπικρατεῖν ἐπὶ τε ἀνθρώπων καὶ ἰχθύων καὶ θηρίων καὶ ὀρνέων ὁ Ἔ. φησι τάδε γράφων· ἀλλ’ ἄγε, τῶνδ’ ὅάρων προτέρων ἐπιμάρτυρα δέρκευ, εἴ τι καὶ ἐν προτέροισι λιπόζυλον ἐπλετο μορφῆ, ἥλιον μὲν θερμόν ὁρᾶν καὶ λαμπρὸν ἅπαντη, ἄμβροτα δ’ ὅσ᾽ ἴδει τε καὶ ἀργέτι δεύεται αὐγῆ, ὀμβρον δ’ ἐν πᾶσι ὀνοφθέντὰ τε ῥιγαλέον τε· ἐκ δ’ αἴης προρέουσι θέλυννὰ τε καὶ στερεωπά. ἐν δὲ Κότῳ διάμορφα καὶ ἄνδιχα πάντα πέλονται, σὺν δ’ ἕβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται. ἐκ τούτων γὰρ πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔστι καὶ ἔσται, τοῦτο μὲν ἂν βροτέων μελέων ἀριδείκετον ὄγκον· ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἕν ἅπαντα γυνία, τὰ σῶμα λέλογχε, βίου θαλέθοντος ἐν ἀκμῇ· ἄλλοτε δ’ αὑτε κακῆσι διατμηθέντ’ Ἔριδεσσι πλάζεται ἄνδιχ’ ἑκάστα περιρρηγμίνι βίοιο. ὡς δ’ αὐτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις θηροῖ τ’ ὀρειλέχεσσιν ἰδὲ πτεροβάμοσι κύμβασι. 21. [124—137 K., 96—109 St.] 1—14 SIMPL. phys. 159,13 (nach B 17) πλείονα δὲ ἄλλα εἰπὼν ἐπάγει ἑκάστου τῶν εἰρημένων τὸν χαρακτήρα. τὸ μὲν πῦρ ἡλίον (v. 3) καλῶν, τὸν δὲ ἄερα αὐγήν (v. 4) καὶ οὐρανόν (22,2), τὸ δὲ ὕδωρ ὀμβρον (5) καὶ θάλασσαν (22,2). λέγει δὲ οὕτως· ‘ἀλλ’ — ἀμείβει’. λον ἥνωται καὶ 'ἀλλήλοις - 'Αφροδίτη', (5) καὶ ὅτι κἂν πανταχοῦ, ἀλλὰ τὰ 10 μέν νοητὰ τῇ Φιλίᾳ ὑψιώται. τὰ δὲ αἰσθητὰ ὑπὸ τοῦ Νείκους κρατηθέντα καὶ ἐπὶ πλεόν διασπασθέντα ἐν τῇ κατὰ τὴν κράσιν γενέσει ἐν ἐκμάκτοις (7) καὶ εικονικοῖς εἴδεσιν ὑπέστησαν τοῖς νεικογενέσι (vgl.9) καὶ ἄθως ἔχουσι (8)

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
