# Testimonia 1.221.3-1.222.24

Empedocles, Testimonia, 1.221.3 to 1.222.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/1.221.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/1.221.3

ὦ φίλοι, οἱ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετ' ἄν' ἄκρα πόλεος. ἀγαθῶν μελεδήμονες ἔργων. ξείνων αἰδοῖοι λιμένες κακότητος ἄπειροι, χαίρετ'· ἐγὼ δ' ὑμῖν θεὸς ἄμβροτος. οὐκέτι θνητὸς πυλεύομαι μετὰ πᾶσι τετιμένος, ὡσπερ ἔοικα, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις· τοῖσιν ἄμ' <εὐτ'> ἄν ἴκωμαι ἐς ἄστεα τληθόοντα, ἀνδράσιν ἤδὲ γυναιξί, σέβίζομαι· οἱ δ' ἄμ' ἔπονται μυρίοι ἐξερέοντες, ὅπη πρὸς κέρδος ἀταρπός, οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ' ἐπὶ νούσων παντοίων ἐπύθοντο κλύειν εὐήκεα βάζιν δηρὸν δὴ χαλεποῖσι πεπαρμένοι <ἄμφι μόγοισιν>. 113. [401. 402 K., 364. 365 St.] Sext. adv. math. I 302 nach B 112,5 ἀλλὰ τί τοῦσδ' ἐπίκειμ' ὡσεὶ μέγα χρήμα τι πράσσω, εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων; ὦ φίλοι, οἶδα μὲν οὖνεκ’ ἀληθείη πέρα μύθοις, τὸ Νεῖκος ἀπὸ τοῦ ἑνὸς καὶ δημιουργεῖ καὶ ἐργάζεται λέγων τοιούτῳ τινι τρόπῳ· ‘ὡς καὶ ἐπίορκον — βίοιο’ (4. 5), δαίμονας τὰς ψυχὰς λέγων μακράωνας, ὅτι εἰσὶν ἀθάνατοι καὶ μακροὺς ζῶσιν αἰῶνας· ‘τρίς — ἀλάληθσαι’ 6), μᾶκαρας καλῶν τοὺς συνημμένους ὑπὸ τῆς Φιλίας ἀπὸ τῶν πολλῶν εἰς τὴν ἐνότητα τοῦ κόσμου τοῦ νοητοῦ. τούτους οὖν φησιν ἀλάληθσαι καὶ ‘φυσόμενους — κελεύθους’ (7. 8), ἀργαλέας — κελεύθους. ἀργαλέας κελεύθους φησὶν εἶναι τῶν ψυχῶν τὰς εἰς τὰ σώματα μεταβολὰς καὶ μετακοσμήσεις. τοῦτ’ ἐστὶν ὁ λέγει ‘ἀργαλέας — κελεύθους (8). μεταλλάσσουσι γὰρ αἱ ψυχαὶ σῶμα ἐκ σῶματος, ὑπὸ τοῦ Νείκου μεταβαλλόμεναι καὶ κολαζόμεναι, καὶ οὐκ ἐώμεναι μένειν εἰς τὸ ἕν. ἀλλὰ κολάζεσθαι ἐν πάσαις κολάσεσιν ὑπὸ τοῦ Νείκου τὰς ψυχὰς οὐς ἐγὼ ἐξερέω· μᾶλα δ’ ἀργαλέη γε τέτυκται μεταβαλλομένας σῶμα ἐκ σώματος· αἰθέριόν γε, φησί, μένος — πάντες (9—12). αὕτη ἐστὶν ἡ κόλασις ἣν κολάζει ὁ δημιουργὸς καθάπερ χαλκεὺς τις μετακοσμῶν σίδηρον καὶ ἐκ πυρὸς εἰς ὕδωρ μεταβάπτων· πῦρ γὰρ ἐστὶν ὁ αἰθήρ, ὅθεν εἰς πόντον μεταβάλλει τὰς ψυχὰς ὁ δημιουργός, χθῶν δὲ ἡ γῆ, ὅθεν φησὶν ‘ἐξ ὑδάτος εἰς γῆν, ἐκ γῆς δὲ εἰς τὸν ἀέρα, τοῦτέστιν ὁ λέγει ‘γαῖα δ’ ἐς αὐγὰς ἡλίου — πάντες’ (10—12). μισουμένας οὖν τὰς ψυχὰς . . . συνάγει ἡ Φιλία

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
