# Testimonia 1.222.26-8

Empedocles, Testimonia, 1.222.26 to 1.222.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/1.222.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/1.222.26

ἀφασθ τις οὖσα καὶ κατοικτείρουσα τὸν στεναγμὸν αὐτῶν καὶ τὴν ἄτακτον καὶ πονηρὰν τοῦ Νείκου τοῦ μαινομένου κατασκευὴν . . . διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου Νείκου διακόσμησιν τοῦδε τοῦ μεμερισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γὰρ φησι ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή. τὰ σώματα τῶν ζώων τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκήτρια. καὶ ἐγκρατεῖς εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἵνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων, ὧν δημιουργεῖ τὸ Νεῖκος τὸ τῆς Φιλίας ἔργον λύον ἀεὶ καὶ διασπῶν· τοῦτον εἶναί φησιν ὁ Ἐμπεδοκλῆς νόμον μέριστον τῆς τοῦ παντὸς διοικήσεως λέγων ὡδέ πως· ‘ἔστιν — ὄρκοις’ (1. 2), ἀνάγκην καλῶν τὴν ἐξ ἑνὸς εἰς πολλὰ κατὰ τὸ Νεῖκος καὶ ἐκ πολλῶν εἰς ἕν κατὰ τὴν Φιλίαν μεταβολήν. θεοὺς δέ, ὡς ἔφη, τέσσαρας μὲν θνητούς, πῦρ ὕδωρ γῆν ἀέρα, δύο δὲ ἀθανάτους, ἀγεννήτους, πολεμίους ἑαυτοῖς διὰ παντός, τὸ Νεῖκος καὶ τὴν Φιλίαν. 1. 3. 5. 6. 13 Plut. de exil. 17 p. 607 c ὁ δ’ Ἔ. ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας ‘ἔστιν — ἀλήτης’ οὐχ VIII 29 p. 249 καὶ τοῦτό ἐστιν ὁ λέγει περὶ τῆς ἑαυτοῦ γεννήσεως ὁ Ἔ. ‘τῶν — ἀλήτης’ (13), τοῦτέστι θεὸν καλῶν τὸ ἕν καὶ τὴν ἐκείνου ἐνότητα ἐν ᾧ ἦν πρὸ ὑπὸ τοῦ Νείκου ἀποσπασθῆναι καὶ γενέσθαι ἐν τοῖς πολλοῖς τούτοις τοῖς κατὰ τὴν τοῦ Νείκου διακόσμησιν· ‘Νείκει, γὰρ φησι, (μαινομένωι πίσυνος’), μαινόμενον καὶ τεταραγμένον καὶ ἄτακτον τὸν δημιουργὸν τοῦ κόσμου ὁ Ἔ. ἀποκαλῶν. αὕτη γὰρ ἐστὶν ἡ κατάδηλος καὶ ἀνάγκη τῶν ψυχῶν, ὧν ἀποσπᾶι

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
