# Testimonia 2.175.2

Empedocles, Testimonia, 2.175.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.175.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.175.2

‘ἄκροτάτης χορυφῆς τύμβος ἄκρος κατέχει.’ τοῦτό τινες Σιμωνίδου φασιν εἶναι. ὕστερον δ’ ὁ Ἐμπεδοκλῆς 66 καὶ τὸ τῶν χιλίων ἀθροίσμα κατέλυσε συνεχῶς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἤν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. 25 ὁ γέ τοι Τίμαιος ἐν τῇ ἱα καὶ ἱβ [FHG om.] (πολλάκις γὰρ αὐτοῦ μνημονεύει) φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν τε τῇ πολιτείᾳ <καὶ ἐν τῇ ποιήσει· ὅπου μὲν γὰρ μέτριον καὶ ἐπιεικῆ> φαίνεσθαι, ὅπου δὲ ἀλαζόνα καὶ φιλάντον [ἐν τῇ ποιήσει]· φησὶ γοῦν· ‘χαίρετ’ — πωλεῦμαι’ καὶ τὰ ἕξης [fr. 112, 30 4. 5]. καθ’ ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασιν, ἐπιστροφῆς ἡξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίγνεσθαι ἐν ταῖς ὁμίλοις τοσαύτην ὅσην Ἐμπεδοκλέους. ὕστερον μέντοι τοῦ Ἀχράγαντος 67 οἰκιζομένου[?] ἀντέστησαν αὐτῷ τῇ καθόδῳ οἱ τῶν ἐχθρῶν ἀπόγονοι· διόπερ εἰς Πελοπόννησον ἀποχωρήσας ἐτελεύτησεν. οὐ παρ’ ἧς δ’ οὐδὲ τοῦτον ὁ Τίμων, ἀλλ’ ᾧδ’ αὐτοῦ καθάπτεται λέγων·

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
