# Testimonia 2.177.1

Empedocles, Testimonia, 2.177.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.177.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.177.1

πλούσιον εἶναι. ‘πῶς οὖν, φησίν, εἰς τοὺς κρατήρας ἦλato ὧν σύνεργος ὄντων οὐδὲ μνείαν ποτὲ ἐπεποίητο· τετελεύτηκεν οὖν ἐν Πελοποννήσῳ. οὐδὲν δὲ παράδοξον τάφρον αὐτοῦ μὴ φαίνεσθαι· μηδὲ γὰρ ἄλλων πολλῶν.’ τοιαῦτά τινα εἰπὼν ὁ Τίμαιος ἐπιφέρει· ‘ἀλλὰ διὰ παντὸς ἐστιν Ἡρακλείδης τοιοῦτος παραδοξολόγος, καὶ ἐκ τῆς σελήνης πεπτωκέναι ἀνθρώπων λέγων.’ Ἰππόβοτος δὲ φησὶν ὅτι ἀνδριὰς ἐγχεκαλυμμένος Ἐμπεδοκλέους ἐκεῖτο πρότερον μὲν ἐν Ἀχράγαντι, ὕστερον δὲ πρὸ τοῦ Ῥωμαίων βουλευτηρίου ἀκάλυφος, δηλονότι μεταθέντων αὐτὸν ἐκεῖ Ῥωμαίων. γράπται μὲν γὰρ εἰκόνες καὶ νῦν περιφέρονται. Νεάνθης δ’ ὁ Κυζικηνὸς δ καὶ περὶ τῶν Πυθαγορικῶν εἰπὼν φησι [FHG III 6 fr. 22] Μέτωνος τελευτήσαντος τυραννίδος ἀρχὴν ὑποφύεσθαι· εἶτα τὸν Ἐμπεδοκλέα πείσαι τοὺς Ἀχραγαντίους παύσασθαι μὲν τῶν στάσεων, ἰσότητα δὲ πολιτικὴν ἀσχεῖν. ἐπὶ τε πολλάς τῶν πολιτῶν ἀπροίχους ὑπαρχούσας αὐτὸν προίχισαι διὰ τὸν παρόντα πλοῦτον· διὸ δὴ πορφύραν τε ἀναλαβεῖν αὐτὸν καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρίνος ἐν Ἀπομνημονεύμασιν, ἐπὶ τ’ ἐμβάτας χαλκὰς καὶ στέμματα Λελφικόν. κόμη τε ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι· καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἦρ’ ἕνὸς σχήματος ἦν. τοιοῦτος δὴ προήκει, τῶν πολιτῶν ἐντυχόντων καὶ τοῦτο ἀξιοσάντων οἴονεὶ βασιλείας τινὸς παράσημον. ὕστερον δὲ διὰ τινα πανήγυριν πορευόμενον ἐπ’ ἀμαξῆς ὡς εἰς Μεσσήνην πεσεῖν καὶ τὸν μηρὸν κλάσαι· νοσήσαντα δ’ ἐκ τούτου τελευτῆσαι ἐτῶν ἐπτὰ καὶ ἐβδομήκοντα. εἶναι δ’ αὐτοῦ καὶ τάφρον ἐν Μεγάροις. περὶ δὲ τῶν ἐτῶν Ἀριστοτέλης διαφέρεται· φησὶ γὰρ ἐκεῖνος ἐξήκοντα ἐτῶν αὐτὸν τελευτῆσαι· οἱ δὲ ἐννέα καὶ ἑκατὸν [vgl. § 58]. ἡκμαζε δὲ κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν ὀλυμπιάδα [444/1]. Ἀμμήτριος δ’ ὁ Τροιζήνιος ἐν τῷ Κατὰ σοφιστῶν βιβλίῳ [FHG IV 383] φησὶν αὐτὸν καθ’ Ὀμηρον [l. 278] ἀψάμενον βρόχον αἰπὺν ἀφ’ ὑψηλοῦ κρανεῖνς αὐχέν’ ἀποκρεμάσαι, ψυχὴν δ’ Αἰδόσδε καταλθεῖν. ἐν δὲ τῷ προειρημένῳ Τηλαύγου ἐπιστολῶι λέγεται αὐτὸν εἰς θάλατταν ὑπὸ γήρως ὀλισθόντα τελευτῆσαι. καὶ ταῦτα μὲν περὶ τοῦ θανάτου καὶ τοσαῦτα. [Folgen zwei Epigramme des Diogenes.] ἐδόκει δ’ αὐτῷ τάδε· στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· Φιλίαν τε ἢ συγχρίνεται καὶ Νεῖκος ὅι διαχρίνεται. φησὶ δ’ οὕτω· ‘Ζεὺς — βρότειον’ [fr. 6, 2. 3], Δία μὲν τὸ πῦρ λέγων, Ἥρην δὲ τὴν γῆν, Αἰδωνέα δὲ τὸν ἀέρα, Νῆστιν δὲ τὸ ὕδωρ. ‘καὶ ταῦτα, φησίν, ἀλλάττοντα — λήγχει’ [fr. 17, 6], ὡς ἂν αἰδίου τῆς τοιαύτης διακοσμῆσεως οὕσης· ἐπιφέρει γοῦν· ‘ἄλλοτε

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
