# Testimonia 2.185.1

Empedocles, Testimonia, 2.185.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.185.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.185.1

37. — Metaph. A 4. 985ᵃ 21 καὶ Ἐ. ἐπὶ πλεῖον μὲν χρῆται τούτων [als Anaxa- goras] τοῖς αἰτίοις, οὐ μὴν οὐδ’ ἱκανῶς οὐτ’ ἐν τούτοις εὑρίσκει τὸ ὁμολογουμενον· πολλαχοῦ γοῦν αὐτῷ ἡ μὲν Φιλία διαχρίνει τὸ δὲ Νεῖκος συγχρίνει. ὅταν μὲν γὰρ εἰς τὰ στοιχεῖα διίστηται τὸ πᾶν ὑπὸ τοῦ Νείκου τὸ τε πῦρ εἰς 5 ἐν συγχρίνεται καὶ τῶν ἄλλων στοιχείων ἕκαστον· ὅταν δὲ πάλιν ὑπὸ τῆς Φιλίας συνίωσιν εἰς τὸ ἕν, ἀναγκαῖον ἐξ ἑκάστου τὰ μόρια διαχρίνεσθαι πάλιν. Ἐ. μὲν οὖν παρὰ τοὺς πρότερον πρῶτος τὴν αἰτίαν διελεῖν [sic Δᵇ] εἰσήνεγκεν, οὐ μίαν ποιήσας τὴν τῆς κινήσεως ἀρχὴν ἀλλ’ ἑτέρας τε καὶ ἐναντίας. ἐπὶ δὲ τὰ ὡς ἐν ὕλης εἴδει λεγόμενα στοιχεῖα τέτταρα πρῶτος εἶπεν. οὐ μὴν χρῆται 10 γε τέτταρσιν, ἀλλ’ ὡς δυοῖν οὐσί μόνοις, πυρὶ μὲν καθ’ αὐτό, τοῖς δ’ ἀντικειμένοις ὡς μιᾷ φύσει, γῇ τε καὶ ἀέρι καὶ ὕδατι. λάβοι δ’ ἂν τις αὐτὸ θεωρῶν ἐκ τῶν ἔπων.

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
