# Testimonia 2.196.2

Empedocles, Testimonia, 2.196.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.196.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.196.2

ἔτι δ' οἷς ἡ χρᾶσις ἐξ ἴσων, ἀνάγκη συναῖξεσθαι κατὰ μέρος ἑκατερον· 19 ὥστ' εἰ πλεονάζον κωλύει ἑατερον ὁρᾶν, ἀπάντων ἂν εἴη παραπλησία πῶς ἡ 10 διάθεσις. ἀλλὰ τὰ μὲν τῆς ὄψεως πάθη χαλεπώτερον ἔσται διελείν. τὰ δὲ περὶ τὰς ἄλλας αἰσθήσεις πῶς χρὴν ὡμεν τῷ ὁμολοῖ; τὸ γὰρ ὅμοιον ἀόριστον. οὔτε γὰρ ψόφωι τὸν ψόφον οὔτ' ὀσμῇ τὴν ὀσμὴν οὔτε τοῖς ἄλλοις τοῖς ὁμοιγενέσιν, ἀλλὰ μᾶλλον ὡς εἴπειν τοῖς ἐναντίοις. ἀπαθῆ γὰρ δεῖ τὴν αἰσθησιν προσάγειν· ἥχον δὲ ἐνόντος ἐν ὠσὶν ἢ χυλῶν ἐν γείσει καὶ ὀσμῆς ἐν ὀσφρήσει 15 κωφότεραι πᾶσαι γίνονται (καὶ) μᾶλλον ὅσαι ἂν πλήρεις ὦσι τῶν ὁμοίων, εἰ μὴ τις λεχθεῖη περὶ τούτων διορισμός.

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
