# Testimonia 2.196.4

Empedocles, Testimonia, 2.196.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.196.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.196.4

ἀλλὰ περὶ μὲν τὴν ἀκοὴν ὅταν ἀποδῶι τοῖς ἔσωθεν γίνεσθαι ψόφοις, 21 ἄτοπον τὸ οἴεσθαι δῆλον εἶναι πῶς ἀκούουσιν, ἐνδον ποιήσαντα ψόφον ὡσπερ κωδῶνος. τῶν μὲν γὰρ ἔξω δι' ἑκείνον ἀκούομεν, ἑκείνου δὲ ψοφοῦντος διὰ τι; τοῦτο γὰρ αὐτὸ λείπεται ζητεῖν. ἀτόπως δὲ καὶ τὸ περὶ τὴν ὀσφρησιν 30 εἴρηκεν. πρῶτον μὲν γὰρ οὐ κοινὴν αἰτίαν ἀπέδωκεν· ἔνια μὲν γὰρ ὅλως οὐδ' ἀναπνέει τῶν ὀσφραινομένων. ἔπειτα τὸ μάλιστα ὀσφραίνεσθαι τοὺς πλεῖστον ἐπισπωμένους εὐθὲς· οὐδὲν γὰρ ὄφελος μὴ ὑγιαίνούσης ἢ μὴ ἀνεωχμένης πῶς τῆς αἰσθήσεως. πολλοῖς δὲ συμβαίνει πεπηρώσθαι καὶ ὅλως μηδὲν αἰσθάνεσθαι. πρὸς δὲ τούτοις οἱ δύσπνοοι καὶ οἱ πονούντες καὶ οἱ καθεύδοντες μᾶλλον ἂν 35 αἰσθάνοιντο τῶν ὀσμῶν· τὸν πλεῖστον γὰρ ἔλκουν ἀέρα. νῦν δὲ συμβαίνει τοῦναντίον. οὐ γὰρ ἴσως καθ' αὐτὸ τὸ ἀναπνεῖν αἰτίον τῆς ὀσφρήσεως, 22 ἀλλὰ κατὰ συμβεβηκός, ὡς ἐκ τε τῶν ἄλλων ζώων μαρτυρεῖται καὶ διὰ τῶν εἰρημένων παιδῶν· ὁ δ' ὡς ταύτης οὖσης τῆς αἰτίας καὶ ἐπὶ τέλει πάλιν εἴρηκεν ὡσπερ ἐπισημαινόμενος 'ὡδε — ὀσμῶν' [fr. 102]. οὐκ ἀληθὲς (δὲ) οὐδὲ 40 τὸ μάλιστα ὀσφραίνεσθαι τῶν κούφρων, ἀλλὰ δεῖ καὶ ὀσμὴν ἐνυπάρχειν. ὁ γὰρ ἄὐρ καὶ τὸ πῦρ κοινότατα μέν, οὐ ποιοῦσι δὲ αἰσθησιν ὀσμῆς.

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
