# Testimonia 2.197.3

Empedocles, Testimonia, 2.197.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.197.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.197.3

87. ARIST. de gen. et corr. A 8. 324b26 τοῖς μὲν οὖν δοκεῖ πάσχειν ἕκαστον διὰ τινων πόρων εἰσιόντος τοῦ ποιούντος ἑκάτον καὶ κυριωτάτου, καὶ τοῦτον τὸν τρόπον καὶ ὁρᾶν καὶ ἀκούειν ἡμᾶς φασὶ καὶ τὰς ἄλλας αἰσθήσεις αἰσθάνεσθαι πάσας, ἐπὶ δὲ ὁρᾶσθαι διὰ τε ἀέρος καὶ ὑδάτος καὶ τῶν διαφανῶν, διὰ τὸ πόρους ἔχειν ἀοράτους μὲν διὰ μικρότητα, πυκνοὺς δὲ καὶ κατὰ στοίχον, καὶ μᾶλλον ἔχειν τὰ διαφανῆ μᾶλλον. οἱ μὲν οὖν ἐπὶ τινων οὕτω διώρισαν, ὥσπερ καὶ Ἔ., οὐ μόνον ἐπὶ τῶν ποιούντων καὶ πασχόντων, ἀλλὰ καὶ μειγνύσθαι φησιν [sic L] ὅσων οἱ πόροι σύμμετροι πρὸς ἀλλήλους εἰσίν. RHEIN. ad h. c. p. 160, 3 Vitelli ἀναγκαῖον, φησί, τῷ Ἐμπεδοκλεῖ λέγειν εἶναι τινα στερεὰ καὶ ἀδιαίρετα διὰ τὸ μὴ εἶναι πάντη τοῦ σώματος πόρους συνεχεῖς. τοῦτο γὰρ ἀδύνατον· πόρος γὰρ ἂν εἴη τὸ πᾶν σῶμα καὶ κενόν. ὥστε εἰ τοῦτο ἄτοπον, ἀνάγκη τὰ μὲν ἀπτόμενα μόρια τοῦ σώματος στερεὰ εἶναι ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς Ἔ. πόρους ἐκάλεσεν. ib. 178, 2 ἴσμεν δὲ ὅτι οἱ τοὺς πόρους ὑποτιθέμενοι οὐ κενοὺς ὑπετίθεντο τούτους, ἀλλὰ πεπληρωμένους λεπτομερεστέρον τινὸς σώματος οἷον ἀέρος. ταύτῃ γὰρ διέφερον τῶν τὸ κενὸν ὑποτιθεμένων.

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
