# Testimonia 2.207.3-2.209.19

Empedocles, Testimonia, 2.207.3 to 2.209.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.207.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.207.3

ἄρθρια μὲν γὰρ ταῦτα ἐαντῶν πάντα μέρεσσιν, ηλεκτωρ τε χθών τε καὶ οὐρανὸς ἥδε θάλασσα, ὡς δ' ὁπόταν γραφεὲς ἀναθήματα ποικίλλωσιν ἄνδρες ἀμφὶ τέχνης ὑπὸ μήτιος εὖ δεδαώτε, οἳτ' ἐπεὶ οὐν μάρψωσι πολύχροα φάρμακα χερσίν, ἀρμονίηι μεῖξαντε τὰ μὲν πλέω, ἄλλα δ' ἐλάσσω, ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγμια πορσύνουσι, δένδρεά τε κτίζοντε καὶ ἄνδρας ἥδε γυναῖκας θῆράς τ' οἰωνούς τε καὶ ὕδατοθρέμμονας ἰχθύς καὶ τε θεοὺς δολιχαίωνας τιμήσι φερίστους· οὕτω μὴ σ' ἀπάτη φρένα καινύτω ἄλλοθεν εἶναι θνητῶν, ὅσσα γε δῆλα γεγάκασιν ἀσπετα, πηγήν, ὅσσα φιν ἐν θνητοῖσιν ἀποπλαχθέντα πέφυκεν. ἀλλὰ τορῶς ταῦτ' ἴσθι, θεοῦ πάρα μύθον ἀκούσας. ὡς δ' αὐτως δσα χρᾶσιν ἐπαρχέα μᾶλλον ἔασιν, ἀλλήλοις ἐστερχται ὁμοιωθέντ' Ἀφροδίτη. ἐχθρὰ <δ' ἐ> πλεῖστον ἀπ' ἀλλήλων διέχουσι μάλιστα γέννη τε χρήσει τε καὶ εἴδεσιν ἐκμάχτουσι, πάντη συγγίνεσθαι ἀήθεα καὶ μᾶλα λυγρά Νείκεος ἐννεσίησιν, ὅτι σφίσι γένναν ἔοργεν. 23 [154-164 K., 119-129 St.] SIMPL. phys. 159, 27 καὶ παράδειγμα δὲ ἐναργὲς παρέθετο τοῦ ἐκ τῶν αὐτῶν [fr. 21, 13] γίνεσθαι τὰ διάφορα· αὐτὰ γὰρ ἐστὶν ταῦτα, δι’ ἀλλήλων δὲ θέντα γίνοντ(αι) ἄνθρωποι τε καὶ ἄλλων ζῷα ζῴων 5 ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἕνα κόσμον, ἄλλοτε δ’ ἀπ’ διχ’ ἕκαστα φορούμενα Νείκεος ἐχθεῖ, εἰσόχεν ἐν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται. οὕτως ἢ μὲν ἐν ἐκ πλεόνων μεμάθηκε φύεσθαι, ἢ δὲ πάλιν διαφύντος ἑνὸς πλεόν’ ἐκτελέθουσι, 10 τῇ μὲν γίγνονται τε καὶ οὐ σφισιν ἐμπεδος αἰών· ἢ δὲ τἀδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἕασιν ἀκίνητοι κατὰ κύκλον. χορυφὰς ἑτέρας ἑτέρῃσι προσάπτων μύθων μὴ τελέειν ἀτραπὸν μίαν, ἕασaté με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος.

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
