# Testimonia 2.226.1-5

Empedocles, Testimonia, 2.226.1 to 2.226.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.226.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.226.1

λευκὸν χρῶμα ὡς πλεῖστον λέγων αὐτὰ μετέχειν πυρός, δύο δὲ γῆς καὶ ἕν μὲν ἀέρος ἕν δὲ ὕδατος, ἥ δ’ ἄμφω νῆστιν αἰγλην’ προσαγορεύει, νῆστιν μὲν διὰ τὸ ὕγρὸν ἀπὸ τοῦ νάειν καὶ φεῖν, αἰγλην δὲ ὡς διαφανῆ]. vgl. A 78 S. 174, 36. Ἥφαιστῶι τ’ ὀμβρῶι τε καὶ αἰθέρι παμφανώωντι, Κύπριδος δρμιοθεῖσα τελείοις ἐν λιμένεσσιν εἴτ’ ὀλίγον μειζῶν εἴτε πλεόνεσσιν ἐλάσσων· 5 ἐκ τῶν αἵμα τε γέντο καὶ ἄλλης εἶδεα σαρκός. κώδων. σάρκινος ὄζος ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέργοις χοάνοισι τῷ δύο τῶν ὀκτὼ μερέων λάχε Νῆστιδος αἰγλης, τέσσαρα δ’ Ἥφαιστοιο· τὰ δ’ ὀστέα λευκὰ γένοντο Ἁρμονίης κόλλησιν ἀρηρότα θεσπεσίηθεν. ἁχὶς ARIST. de partt. anim. A 1 p. 640ᵃ 18 ἡ γὰρ γένεσις ἕνεκα τῆς οὐσίας ἐστίν, ἀλλ’ οὐχ ἡ οὐσία ἕνεκα τῆς γενέσεως. διόπερ Ἐμπεδοκλῆς οὐκ ὀρθῶς εἴρηκε λέγων ὑπάρχειν πολλὰ τοῖς ζῴοις διὰ τὸ συμβῆναι οὕτως ἐν τῇ γενέσει οἷον καὶ τὴν ἁχὶν τοιαύτην ἔχειν ὅτι στραφέντος καταχθῆναι συνέβη.

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
