# Testimonia 2.233.1.1-29

Empedocles, Testimonia, 2.233.1.1 to 2.233.1.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.233.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.233.1.1

115 [1—7. 13. 14. 19—11 K., 369—382 St.] 13. 14. 4—12. 1. 2 HIPPOL. Ref. VII 29 p. 249 καὶ τοῦτοἰ ἐστιν ὁ λέγει περὶ τῆς ἑαυτοῦ γεννήσεως ὁ Ἐ. τῶν — ἀλήτης᾽ (13), τούτεστι θεὸν καλῶν τὸ ἓν καὶ τὴν ἐκεῖνον ἐνότητα ἐν ᾧ ἤν πρὶν ὑπὸ τοῦ Νείχους ἀποσπασθῆναι καὶ γενέσθαι ἐν τοῖς πολλοῖς τούτοις τοῖς κατὰ τὴν τοῦ Νείχους διακόσμησιν· Νείχει, γὰρ φησι, <μαινομένωι πίσυνος᾽), μαινόμενον καὶ τετραγμένον καὶ ἀστατον τὸν δημιουργὸν τοῦδε τοῦ κόσμου ὁ Ἐ. ἀποκαλῶν. αὕτη γὰρ ἐστὶν ἡ καταδίκη καὶ ἀνάγκη τῶν ψυχῶν, ὧν ἀποσπᾷ τὸ Νεῖκος ἀπὸ τοῦ ἑνὸς καὶ δημιουργεῖ καὶ ἐργάζεται λέγων τοιούτον τινα τρόπον· ᾿ὃς καὶ ἐπίορχον — βίοιο᾽ (4. 5), δαίμονας τὰς ψυχὰς λέγων μακροαῖωνας, ὅτι εἰσὶν ἀθάνατοι καὶ μακροὺς ζῶσιν αἰῶνας· ᾿τρίς — ἀλάλησθαι᾽ (6), μάκαρας καλῶν τοὺς συνημμένους ὑπὸ τῆς Φιλίας ἀπὸ τῶν πολλῶν εἰς τὴν ἐνότητα τοῦ κόσμου τοῦ νοητοῦ. τούτους οὖν φησὶν ἀλάλησθαι καὶ ᾿φυομένους — χελεύθους᾽ (7. 8), ἀργαλέας — χελεύθους. ἀργαλέας χελεύθους φησὶν εἶναι τῶν ψυχῶν τὰς εἰς τὰ σώματα μεταβολὰς καὶ μετακοσμήσεις. τοῦτ᾽ ἐστὶν ὁ λέγει ᾿ἀργαλέας — χελεύθους (8). μεταλλάσσουσι γὰρ αἱ ψυχαὶ σῶμα ἐκ σώματος, ὑπὸ τοῦ Νείχους μεταβαλλόμεναι καὶ κολαζόμεναι, καὶ οὐκ ἔωμεναι μένειν εἰς τὸ ἓν. ἀλλὰ κολάζεσθαι ἐν πάσαις κολάσεσιν ὑπὸ τοῦ Νείχους τὰς ψυχὰς μεταβαλλομένας σῶμα ἐκ σώματος· αὐθ᾽ ἑρίον γε, φησὶ, μένος — πάντες (9—12). αὕτη ἐστὶν ἡ κόλασις ἣν κολάζει ὁ δημιουργὸς καθάπερ χαλκεὺς τις μετακοσμῶν σίδηρον καὶ ἐκ πυρὸς εἰς ὕδωρ μεταβάπτων· πῦρ γὰρ ἐστὶν ὁ αὐθῆρ, ὅθεν εἰς πῶντον μεταβάλλει τὰς ψυχὰς ὁ δημιουργός, χθῶν δὲ ἡ γῆ, ὅθεν φησὶν ᾿ἐξ ὕδατος εἰς γῆν, ἐκ γῆς δὲ εἰς τὸν ἄερα, τούτεστιν ὁ λέγει ᾿γαῖα δ᾽ ἐς ἀνῆγας ἡλίον — πάντες᾽ (10—12). μισουμένας οὖν τὰς ψυχὰς .. συνάγει ἡ Φιλία ἀγαθὴ τις οὖσα καὶ κατοικειροῦσα τὸν στεναγμὸν αὐτῶν καὶ τὴν ἀτακτον καὶ πονηρὰν τοῦ Νείχους τοῦ μαινομένου κατασκευὴν ...

---

Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001201.
