Ancient Greek · ~14 min
Edition urn:cts:greekLit:tlg4138.tlg040.local001
Ephraem Syrus Theol., De beatitudinibus atque infelicitatibus 001.1
Not analysed yet
Περὶ μακαρισμῶν καὶ ταλανισμῶν Μακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες καὶ διὰ τὴν ἀγάπην αὐτοῦ καταφρονοῦντες πάντων τῶν γηΐνων πραγμάτων. Μακάριοι οἱ δακρύοντες ἡμέρας καὶ νυκτός, ὅτι αὐτοὶ ῥυσθήσονται ἀπὸ τῆς μελλούσης ὀργῆς. Μακάριοι οἱ ταπεινοῦντες ἑαυτοὺς ἑκουσίως, ὅτι ἐκεῖ ὑψωθήσονται. Μακάριοι οἱ ἐγκρατεῖς, ὅτι ἡ τρυφὴ τοῦ παραδείσου ἐκδέχεται αὐτούς. Μακάριοι οἱ καταπονοῦντες τὰ σώματα ἑαυτῶν ἐν ἀγρυπνίᾳ καὶ ἀσκήσει, ὅτι ἡ ἀγαλλίασις τοῦ παραδείσου ἡτοίμασται αὐτοῖς. Μακάριοι οἱ ἐκκαθάραντες ἑαυτοὺς ἀπὸ λογισμῶν πονηρῶν, ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον οἰκεῖ ἐν αὐτοῖς. Μακάριοι οἱ ἀγαπῶντες τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ὑπὲρ πάντα τὸν κόσμον, ὅτι αὐτοὶ φίλοι Χριστοῦ εὑρεθήσονται. Μακάριοι οἱ ἑκουσίως βαστάσαντες τὸν σταυρὸν αὐτῶν καὶ ἐν ἀληθείᾳ τῷ Χριστῷ ἀκολουθήσαντες, ὅτι αὐτοὶ καταλήψονται τὴν ἄνω Ἱερουσαλήμ. Μακάριοι οἱ περιζωσάμενοι τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείᾳ καὶ ἑτοίμους ἔχοντες τὰς λαμπάδας αὐτῶν, προσδοκῶντες τὸν ἐπουράνιον Νυμφίον, ὅτι συμβασιλεύσουσιν αὐτῷ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Μακάριος ὁ κτησάμενος νοεροὺς ὀφθαλμοὺς καὶ κατανοήσας ἀκλινῶς τὴν θεωρίαν τῶν μελλόντων ἀγαθῶν, ὅτι καταλήψεται αὐτοῖς. Μακάριος ὁ ἔχων διηνεκῶς πρὸ ὀφθαλμῶν τὴν ἡμέραν τῆς ἀπολογίας καὶ σπουδάσας εὐάρεστος εὑρεθῆναι. Μακάριος ὁ νικητὴς γενόμενος τῶν ἡδονῶν τῆς σαρκός, ὅτι παρρησίαν εὑρήσει τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς διαγνώσεως. Μακάριος ὁ πενθήσας ἐπὶ τῆς γῆς διὰ τὸν Θεόν, ὅτι οἱ καρποὶ αὐτοῦ ἐν οὐρανοῖς ἀναβλαστήσουσι. Μακάριος ὁ μὴ φαγὼν δωρεὰν ἄρτον, ἀλλ' ἐν κόπῳ τῶν ἰδίων χειρῶν, κατὰ τὸν Ἀπόστολον, καὶ ἄλλοις χορηγῶν ἐκ τῶν οἰκείων πόνων, ὅτι ἀναπαύσεται ἐν τοῖς κόλποις Ἀβραάμ. Οὐαὶ δὲ τῷ ἐν πλημμελείαις ὑπάρχοντι καὶ τὸν τῆς μετανοίας καιρὸν μὴ ἐπιγινώσκοντι, ὅτι ἐκεῖ μετανοήσει ὀλοφυρόμενος εἰς αἰῶνας ἀνόνητα. Οὐαὶ τῷ λέγοντι, ὅτι τὸ παρὸν χρήσομαι τῇ σαρκὶ καὶ ἐν γήρᾳ μετανοήσω, ὅτι ὡς παγίας, οὕτως ἐπελεύσεται αὐτῷ ἄφνω ὁ θάνατος, καὶ ἡ προσδοκία αὐτοῦ ἀπολεῖται. Οὐαὶ τῷ ἑκουσίως ἁμαρτάνοντι καὶ αὔριον μετανοεῖν βούλεται, οὐ γὰρ ἐπιγινώσκει τί τέξεται ἡ ἐπιοῦσα καὶ ἡ ἐν μέσῳ νύξ. Οὐαὶ τῷ διδόντι χεῖρα τῷ πονηρῷ, γινώσκοντι τὸ ἀγαθόν, ὅτι πονηροὶ ἄγγελοι παραλήψονται αὐτὸν ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου αὐτοῦ. Οὐαὶ τῷ τιθέντι πρόσκομμα τῷ πλησίον ἐκ τῶν ἑαυτοῦ πράξεων πονηρῶν, ὅτι λόγον ὑφέξει ἐν ἡμέρᾳ κρίσεως ὑπὲρ ὧν καὶ ἄλλους ἐσκανδάλισεν ἐν τοῖς αὐτοῖς πονηροῖς αὐτοῦ ἐπιτηδεύμασιν. Οὐαὶ τῷ ἀποτασσομένῳ τῷ κόσμῳ καὶ πάλιν τὰ τοῦ κόσμου φρονοῦντι, ὅτι ἡ παραβολὴ τοῦ ἀρότρου μετελεύσεται αὐτόν. Οὐαὶ τῷ ἐξακολουθοῦντι τοῖς θελήμασι τῆς σαρκὸς καὶ καταφρονοῦντι τῆς ἐπιμελείας τῆς ψυχῆς αὑτοῦ, ὅτι διαλυθήσεται εἰς γῆν ἡ ζωὴ αὐτοῦ καὶ ἡ ἐλπὶς αὐτοῦ. Οὐαὶ τῷ μὴ σπεύδοντι ἐν πάσῃ ἰσχύϊ αὐτοῦ ἀπεντεῦθεν εὐτρεπίσαι τὴν ἐκεῖθεν ἀπολογίαν δοῦναι. Οὐαὶ τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσουσιν, ὅταν ἐπισκέψηται Κύριος; Σπουδάσατε, ἀγαπητοί, εἰς τὸν βραχὺν καιρὸν τοῦτον ἑαυτοῖς βοηθῆσαι, καὶ διὰ μετανοίας καὶ δακρύων ἐξιλεώσασθαι τὸν μακρόθυμον καὶ ἐλεήμονα Θεόν, τὸν ἐκδεχόμενον ἡμῶν τὴν ἐπιστροφὴν καὶ παρέχοντα τὴν ζωήν. Μὴ καταφρονήσωμεν τῆς σωτηρίας ἡμῶν. Μὴ ἡδυνθῶμεν εἰς τούτου κόσμου ἡδονάς, ὅτι πρὸς ὥραν εἰσὶν καὶ ὕστερον μετάμελον ἐμποιοῦσι καὶ πάλιν τοὺς αὐτοὺς ἔρχονται· καὶ πᾶσα ἡ δόξα τοῦ κόσμου τούτου ἀπὸ γῆς εἰς γῆν χωρεῖ, καὶ οὐδὲν ἄλλο ἡμῖν συνοδεύει, εἰ μὴ μόνον ἡ ἁμαρτία καὶ ἡ ἐκ ταύτης κόλασις. Οὐδεὶς ἡμῖν βοηθήσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ φίλος, οὐ συγγενής, εἰ μὴ ἡ ἐντεῦθεν μετάνοια καὶ ταύτης αἱ συνεργοὶ ἀρεταί, ἡ ἀληθὴς ἀγάπη, ἡ ταπεινοφροσύνη, ἡ ὑπακοή, ἡ ἐγκράτεια. Αὗται συνέρχονται ἡμῖν ἐκ τοῦ βίου τούτου. Αὗται ἀνθίστανται ταῖς ἐναντίαις δυνάμεσιν, ταῖς βουλομέναις κατέχειν ἡμᾶς ἐν τῇ ἐξόδῳ ἡμῶν τῇ ἐκ τοῦ βίου τούτου. Αὗται παριστῶσιν ἡμᾶς τῷ Σωτῆρι Χριστῷ, προσκυνῆσαι καὶ δοξάσαι, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.