Ancient Greek
Edition urn:cts:greekLit:tlg4138.tlg109.local001
Ephraem Syrus Theol., De nostra libertate et quod liber factus est homo 001
Not analysed yet
Περὶ τῆς αὐτεξουσιότητος ἡμῶν, καὶ ὅτι αὐτεξούσιος ἐπλάσθη ἄνθρωπος Ὁ Θεὸς τὸν ἄνθρωπον αὐτεξούσιον ἔπλασε, λόγῳ καὶ σοφίᾳ τιμήσας, πρὸς ὀφθαλμὸν αὐτοῦ θεὶς τὴν ζωὴν καὶ τὸν θάνατον, ἵνα, εἰ μὲν θελήσει τῇ αὐτεξουσιότητι τὴν ὁδὸν τῆς ζωῆς πορευθῆναι, ζήσει εἰς τὸν αἰῶνα· εἰ δὲ ἀπὸ κακῆς προαιρέσεως πορευθῇ τὴν ὁδὸν τοῦ θανάτου, αἰωνίως κολάζηται· τὰ γὰρ τῆς φύσεως ἀμετάβλητα, καὶ οὔτε τιμῶν, οὔτε τιμωριῶν ἄξια· οὐδεὶς γὰρ ἐνεκλήθη ποτὲ τοῦ εἶναι λευκὸς ἢ μέλας, ἢ τοῦ εἶναι μακρὸς ἢ μικρός· οὐ γὰρ τῆς ἡμετέρας εἰσὶ προαιρέσεως· τῆς γὰρ ἡμετέρας προαιρέσεως καὶ αἱ κολάσεις εἰσὶ καὶ αἱ τιμαί· ἀμφοτέρων γὰρ χρεία, καὶ τῆς ἡμετέρας βουλῆς καὶ θελήσεως, καὶ τῆς τοῦ Θεοῦ συνεργείας καὶ ἀντιλήψεως· θατέρου δὲ λείποντος <οὐκ> ἐνεργεῖ καὶ τὸ ἕτερον. Οὓς προέγνω ὁ Θεός, καὶ προώρισε καὶ ἐκάλεσε, ἀλλὰ τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας, καθώς φησιν ὁ Ἀπόστολος, τουτέστι κατὰ θέλησιν καὶ βούλησιν· τοὺς γὰρ μὴ βουληθέντας, εἴασε τῷ ἑαυτῶν πορεύεσθαι θελήματι· οὐ γὰρ βιάζεται, οὐδὲ λυμαίνεται αὐτὸ καὶ τὴν αὑτοῦ εἰκόνα, τὸν ἄνθρωπον. Αὐτὸς ἀόρατος· ἡ δὲ αὐτοῦ εἰκὼν ὁ ἄνθρωπος ὁρατός. Ὃ οὖν ἄν τις ποιήσειεν ἀνθρώπῳ, εἴτε ἀγαθόν, εἴτε κακόν, εἰς ἐκεῖνον ἀναφέρεται· διὸ καὶ ἐξ αὐτοῦ κρίσις πᾶσα κατ' ἀξίαν ἀπονέμουσα προελεύσεται· τὴν γὰρ αὐτοῦ μορφὴν ἐκδικεῖ.