# Paraenesis de patientia et animae compunctione 365

Ephraem Syrus, Paraenesis de patientia et animae compunctione, Page 365. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ephraem-syrus-theol/paraenesis-de-patientia-et-animae-compunctione/365

γενέσθαι βουλόμενοι· ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν, ἔσχατον δὲ ἀποθανὼν ἐπὶ σταυροῦ ἐνίκησε καὶ ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν διὰ τῆς σαρκός, καταργήσας καὶ ἀπεκδυσάμενος τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ ἐδειγμάτισε, θριαμβεύσας αὐτὰς ἐν αὐτῷ, οὕτω καὶ ἡμεῖς πᾶσαν αὐτοῦ ἐπανάστασιν καὶ θλῖψιν ὑπὸ τοῦ Πονηροῦ ἐμποιουμένην γενναίως καὶ προθύμως καὶ ἕως θανάτου ἐλθόντες, ἐὰν ὑπομείνωμεν, τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον ἐλπίδος. Καὶ οὕτως δόκιμοι εὑρεθέντες ἐντεῦθεν, τῆς ἀπολυτρώσεως καταξιώμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ Ἁγίου Πνεύματος πληρώμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα. Εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. Πάσχοντες οὖν καὶ θανατούμενοι διὰ τὸν Κύριον προθύμως, νικήσομεν πᾶσαν τῶν ἀντικειμένων τὴν δύναμιν καὶ πᾶσαν θλῖψιν, καὶ πειρασμοὺς μὴ ἐπιπόνους ἡγώμεθα, ἀλλ' εὐκαίρως ὑπομένωμεν πᾶσαν τὴν τοῦ Πονηροῦ ἐπανάστασιν, τὸν τοῦ Κυρίου θάνατον ἐπιθυμίᾳ

---

Ephraem Syrus Theol., Paraenesis de patientia et animae compunctione. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4138.tlg045.local001/.
