# Paraenesis de patientia et animae compunctione 366

Ephraem Syrus, Paraenesis de patientia et animae compunctione, Page 366. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ephraem-syrus-theol/paraenesis-de-patientia-et-animae-compunctione/366

πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες. Καὶ καθὼς εἴρηται ὑπὸ τοῦ Κυρίου, καθ' ἡμέραν τὸν σταυρὸν αἴροντες, ὅ ἐστι θάνατος, ἀκολουθῶμεν αὐτῷ ὀπίσω· καὶ οὕτως εὐκαίρως ὑπομένωμεν πᾶσαν θλῖψιν ἤτοι κρυπτὴν ἤτοι φανεράν. Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομένειν προσδοκῶμεν, καὶ πρὸ ὀφθαλμῶν ἔχοντες πάντοτε ἐπιποθοῦμεν, πολλῷ μᾶλλον καὶ θλίψεις βαρείας εὐκαίρως καὶ ἀκαίρως μετὰ χαρᾶς πάντως ὑπομενοῦμεν. Διὰ τοῦτο γὰρ βαρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν τοῦ Κυρίου θάνατον πρὸ ὀφθαλμῶν ἔχομεν οὐδαμῶς, καὶ ἐν αὐτῷ πάντοτε ἡ διάνοια οὐκ ἐπιποθεῖ. Ὁ γὰρ Χριστὸν ἐπιθυμῶν κληρονομῆσαι, καὶ τὸ αὐτοῦ πάθος ἀκωλύτως ἐπιθυμητὸν ἡγήσεται· ὥστε οἱ Χριστὸν ἀγαπῶντες, ἐν τούτῳ φαίνονται, ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐτοῖς γενναίως καὶ προθύμως ὑπομείνωσι διὰ τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. Παρακαλέσωμεν οὖν τὸν Κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ, μετὰ χαρᾶς ἣν αὐτὸς ἡμῖν χα-

---

Ephraem Syrus Theol., Paraenesis de patientia et animae compunctione. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4138.tlg045.local001/.
