Ancient Greek · ~16 min
Edition urn:cts:greekLit:tlg4138.tlg074.local001
Ephraem Syrus Theol., Sermo de habenda semper in mente die exitus uitae 001.1
Not analysed yet
Λόγος περὶ τοῦ ἀεὶ ἐν τῷ νῷ ἔχειν τὴν ἡμέραν τῆς ἐξόδου τοῦ βίου Ἀγνοεῖτε, ἀδελφοί μου, ποῖον φόβον καὶ ἀνάγκην ἔχομεν ὑποστῆναι ἐν τῇ ὥρᾳ τῆς ἐξόδου ἡμῶν ἐκ τοῦ βίου τούτου, ὅταν ἡ ψυχὴ ἐκ τοῦ σώματος χωρίζηται; Μέγας φόβος καὶ μέγα μυστήριον ἐκεῖ ἀποτελεῖται· παραγίνονται γὰρ ἐπ' αὐτῇ Ἄγγελοι ἀγαθοὶ καὶ πλῆθος στρατιᾶς οὐρανίου, καὶ πᾶσαι ἐναντίαι δυνάμεις καὶ οἱ ἄρχοντες τοῦ σκότους, ἑκάτεροι βουλόμενοι παραλαβεῖν τὴν ψυχὴν ἢ στῆσαι αὐτῆς τόπους. Ἐὰν οὖν ἡ ψυχὴ ἀπεντεῦθεν ἐκτήσατο ἀρετὰς ἀγαθὰς καὶ ἔζησε βίον σεμνὸν καὶ εἶχεν ἀρετὴν ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου αὐτῆς, αὗται αἱ ἀρεταί, ἃς ἐκτήσατο ἀπεντεῦθεν, γίνονται ἄγγελοι ἀγαθοί, καὶ κυκλοῦσιν αὐτήν, καὶ οὐκ ἐῶσί τινα τῶν ἐναντίων δυνάμεων ἅψασθαι αὐτῆς· ἀλλ' ἐν χαρᾷ καὶ ἀγαλλιάσει μετὰ τῶν Ἀγγέλων ἁγίων παραλαμβάνουσιν αὐτήν, ᾄδοντες ὕμνους ἐπινικίους τῷ Θεῷ, καὶ προσφέρουσιν αὐτὴν τῷ Δεσπότῃ Χριστῷ καὶ Βασιλεῖ τῆς δόξης, καὶ προσκυνοῦσιν αὐτῷ σὺν αὐτῇ μετὰ πάσης δυνάμεως οὐρανίου, καὶ ἀπάγεται λοιπὸν εἰς τόπον ἀναπαύσεως, εἰς τὴν χαρὰν τὴν ἀνεκλάλητον, εἰς τὸ φῶς τὸ ἀΐδιον, ὅπου οὐκ ἔστι λύπη, οὐδὲ στεναγμός, οὐδὲ δάκρυα, οὐδὲ μέριμνα, ἀλλὰ ζωὴ ἀθάνατος καὶ εὐφροσύνη αἰώνιος, μετὰ πάντων τῶν ἄλλων τῷ Θεῷ εὐαρεστησάντων, ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Ἐὰν δὲ ἐν τῷδε τῷ βίῳ ἔζησεν αἰσχρῶς, συναναστρεφομένη τοῖς πάθεσι τῆς ἀτιμίας καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς συρομένη καὶ τῇ ματαιότητι τοῦ κόσμου τούτου, ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου αὐτῆς ἐκ τοῦδε τοῦ βίου, αὐτὰ τὰ πάθη καὶ ἡδοναὶ ἃς ἐκτήσατο ἐν τῷδε τῷ βίῳ, γίνονται δαίμονες πονηροὶ καὶ κυκλοῦσι τὴν ἐλεεινὴν ψυχὴν καὶ οὐκ ἀφίασιν ἐγγίσαι τοὺς Ἀγγέλους τοῦ Θεοῦ, ἀλλὰ παραλαμβάνουσιν αὐτὴν μετὰ τῶν ἐναντίων δυνάμεων τῶν ἀρχόντων τοῦ σκότους, καὶ ἀπάγουσιν αὐτήν, ἐλεεινὰ δακρύουσαν, κατηφῆ καὶ ἀποδυρομένην, εἰς τόπους σκοτεινοὺς καὶ ζοφώδεις καὶ λυπηρούς, ἔνθα πάντες οἱ ἁμαρτωλοὶ τετήρηνται εἰς ἡμέραν κρίσεως καὶ κολάσεως αἰωνίου· ὅπου ὁ Διάβολος καταβάλλεται μετὰ τῶν ἀγγέλων αὐτοῦ. Χρὴ οὖν ἡμᾶς ἀπεντεῦθεν πᾶσαν μέριμναν καὶ φροντίδα ποιήσασθαι περὶ τῆς ἐξόδου ἡμῶν, καὶ ἑτοιμάσαι τὰς ὀφειλούσας ἡμῖν συνεκδημῆσαι ἀρετὰς ἐκ τοῦδε τοῦ βίου καὶ ἀντιλαμβάνεσθαι ἡμῶν ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης. Τίνες δέ εἰσιν ἀρεταί, ἃς εἰρήκαμεν ὅτι [οἱ] ἄγγελοι γίνονται καὶ ἀνθίστανται τοῖς δαίμοσι, τουτέστι τὰ πάθη ἡμῶν; Αὗταί εἰσιν ἀγάπη, ταπεινοφροσύνη, μακροθυμία, ἐγκράτεια, ὑπομονή, διάκρισις, ὑποταγή, ἡσυχία, ἀνδρεία, δικαιοσύνη, παρθενία, κατάνυξις, καὶ τὰ ὅμοια τούτοις. Αὗται αἱ ἀρεταὶ ἀντιλαμβάνονται ἡμῶν ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ οὐδείς ἐστιν ὁ ἀντιτασσόμενος αὐταῖς. Τὰ δὲ πάθη ἃ εἰρήκαμεν ὅτι γίνονται δαίμονες, εἰσὶ ταῦτα· μίσος, ὑψηλοφροσύνη, σκληρότης, ἀκηδία, ἀργολογία, ὀξύτης, ἔρις, ζῆλος, φθόνος, ὑπερηφανία, κενοδοξία, μνησικακία, ῥᾳθυμία, ἀμέλεια, ἄγνοια, λήθη, θυμός, ὀργή, ὀκνηρία, καταφρόνησις, πονηρία, ἐπιθυμία, μετεωρισμός, χαυνότης, γαστριμαργία, ἀκολασία, καὶ ἐπὶ πάντων τούτων φιλαργυρία καὶ πᾶσα ἁπλῶς σατανικὴ ῥᾳδιουργία. Ταῦτα οὖν τὰ πάθη εἰς δαίμονας μεταβαλλόμενα ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου ἡμῶν, παραλαμβάνουσι τὴν ψυχήν· καὶ εἰκότως. Ἃς γὰρ προσελάβομεν ἀπεντεῦθεν καὶ προητοιμάσαμεν, αὗται συγχωροῦνται ἐξουσιάσαι ἡμῶν, αὗται καὶ μετὰ θάνατον συνεξελεύσονται ἡμῖν, καὶ ἐκεῖ κυριεύσουσιν ἡμῶν, καὶ οὐκ ἔστιν ὁ αἱρούμενος ἡμᾶς ἐξ αὐτῶν. Νοῶμεν οὖν καὶ συνῶμεν, ὡς καιρὸν ἔχομεν, τίνες εἰσὶν ὑπὲρ ἡμῶν, καὶ προσδράμωμεν ἐξ ὅλης ψυχῆς καὶ ἀποθώμεθα αὐτούς, ἵνα προφθάσαντες ἐν τῇ ὥρᾳ τῆς ἀκοῆς ἡμῶν βοηθήσωσιν ἡμῖν καὶ ῥύσωνται ἡμᾶς ἀπὸ τῶν ἐναντίων. Τοὺς δὲ καθ' ἡμῶν ἀντιστάντας, οἵτινές εἰσι καὶ οἵων κακῶν πρόξενοι ἡμῖν γίνονται, φύγωμεν ὡς ἀπὸ ὄφεως καὶ πυρός· εἰ δὲ καὶ παρὰ τῆς ἀρετῆς ἀποσυρόμεθα ὑπ' αὐτῶν καὶ ἐν κατοχῇ ἡμῶν γεγόνασιν, ὡς καιρὸν ἔχομεν καὶ ὡς ἐσμὲν ἐν τῷ βίῳ, σπουδάσωμεν ἀπώσασθαι αὐτούς, καὶ διὰ μετανοίας καὶ ἐργασίας τῶν ἀρετῶν ἐξιλεώσασθαι τὸν Θεόν, καὶ ἑαυτοὺς εὐτρεπίσαι πρὸς τὴν ἔξοδον, μήπως ἐλθόντος καὶ κρούσαντος εὑρεθῶμεν ἀνέτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ προσδοκᾶται, ὁ Κύριος ἡμῶν ἔρχεται· ἵνα ἐλθόντος καὶ κρούσαντος εὑρεθῶμεν ἕτοιμοι εἰς τὴν αὐτοῦ ἀπάντησιν· ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ Πατρὶ καὶ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.